De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Πᾶσα δὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν Ἰουδαίων ἀπιστίαν. τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηἱστορηθέντων δικαίων, καὶ ἀγίων προφητῶν, καὶ πατριαρχῶν, ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν; ἥ τίς γυνὴ χωρὶς ἀνδρὸς αὐτάρκης γέγονε πρὸς σύστασιν ἀνθρώπων; οὐκ Ἅβελ μὲν ἐξ Ἀδὰμ γονεν Ἑνὼχ δὲ ἐκ τοῦ Ἰάρεδ, Νῶε ἐκ Λάμεχ, καὶ Ἀβραὶμ μὲν ἐκ Θάφφα, Ἰσαὰκ δὲ ἐξ Ἀβραάμ, καὶ Ἰακὼβ ἐξ Ισαάκ; οὐχὶ Ιούδας ἐξ Ἰακώβ, καὶ Μωϋσῆς καὶ Ἀαρὼν ἐξ Ἀμεράμ οὐ Σαμοιὴλ τοῦ Ἐλκανᾶ γέγονεν, οὐ Δαβὶδ τοῦ Ἰεσσαί, οὐ Σολομὼν τοῦ Δαβίδ, οὐκ Ἐζεκίας τοῦ Ἄχαζ, οὐκ Ἰωσίας τοῦ Ἀμώς, οὐχ Ἡσαΐας τοῦ Ἀμώς, οὐχ Ἱερεμίας τοῦ

Χελκίου, οὐκ Ἰεζεκιὴλ τοῦ Βουζί; οὐχ ἕκαστος ἔσχε τὸν πατέρα τῆς γενέσεως ἀρχηγόν; τίς οὖν ὁ ἐκ παρθένου μόνης γεγονώς; ὅτι καὶ λίαν ἐμέλησε τῷ προφήτῃ περὶ τῆς τούτου σημασίας.

Τίνος δὲ τῆς γενέσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς, καὶ τὸν γενηθεντα ἐσήμανε τῇ οἰκουμένῃ; Μωϋσῆς μὲν γὰρ γεννώμενος, ἐκρύπτετο ὑπὸ τῶν γονέων· Δαβὶδ δὲ οὐδὲ τοῖς ἐκ γειτόνων ἠκούσθη, ὅπουγε οὐδὲ ὁ μέγας Σαμουὴλ αὐτὸν ἐγίνωσκεν, ἀλλ’ ἐπυνθάνετο, εἰ ἔτι ἄλλος ἐστὶν υἱὸς τῷ Ἰεσσαί; Ἁβραὰμ δὲ λοιπὸν γεγονὼς μέγας ἐγνώσθη τοῖς ἐγγύς. τῆς δὲ τοῦ Χριστοῦ γενέσεως μάρτυς οὐκ ἄνθρωπος, ἀλλ’ ἀστὴρ φαινόμενος ἦν ἐν οὐρανῷ, ὅθεν καὶ κατέβαινεν.

Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; Οὐ Δαβὶδ τριακονταετὴς ἐβασίλευσε, καὶ Σολομὼν νέος γεγονὼς ἐβασίλευσεν; Οὐκ Ἰωὰς ἐτῶν ἑπτὰ γενόμενος ἐπὶ τὴν βασιλείαν παρῆλθε, καὶ ὁ ἔτι κατωτέρω Ἰωσίας περὶ ἔτη γεγονὼς ἑπτὰ τῆς ἀρχῆς ἀντελάβετο; ἀλλὰ καὶ ὅμως οὗτοι ταύτην ἄγοντες τὴν ἡλικίαν, ἴσχυον καλεῖν πατέρα ἢ μητέρα.