De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Δαιμόνων τοίνυν ὁμολογούντων καὶ τῶν ἔργων ὁσημέραι μαρτυρούντων, φανερὸν ἄν εἴη, καὶ μηδεὶς ἀναιδευέσθω πρὸς τὴν ἀλήθειαν, ὅτι τε ἀνέστησε τὸ ἑαυτοῦ σῶμα ὁ Σωτήρ, καὶ ὅτι Θεοῦ Υἱός ἐστιν ἀληθινός, ἐξ αὐτοῦ οἷα δὴ ἐκ Πατρὸς ἴδιος Λόγος καὶ Σοφία καὶ Δύναμις ὑπάρχων, ὃς χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τῶν πάντων ἔλαβε σῶμα, καὶ τὴν μὲν οἰκουμένην περὶ Πατρὸς ἐδίδαξε, τὸν δὲ θάνατον κατήργησε, πᾶσι δὲ τὴν ἀφθαρσίαν ἐχαρίἐχαρίσατο διὰ τῆς ἐπαγγελίας τῆς ἀναστάσεως, ἀπαρχὴν ταύτης τὸ ἴδιον ἐγείρας σῶμα, καὶ τρόπαιον αὐτὸ κατὰ τοῦ θανάτου καὶ τῆς τούτου φθορᾶς ἐπιδειξάμενος τῷ σημείῳ τοῦ σταυροῦ,

Τούτων δὲ οὕτως ἐχόντων, καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ Σωτῆρος νίκης· φέρε, καὶ τὴν ἀπιστίαν τῶν Ἰουδαίων καὶ τὴν τῶν Ἑλλήνων χλεύην διελέγξωμεν.

Ἐπὶ τούτοις γὰρ ἴσως Ἰουδαῖοι μὲν ἀπιστοῦσιν, Ἕλληνες δὲ γελῶσι, τὸ ἀπρεπὲς τοῦ σταυροῦ καὶ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου διασύροντες· ἀλλὰ κατὰ ἀμφοτέρων ὁ λόγος οὐκ ὀκνήσει χωρῆσαι, μάλιστα κατ’ αὐτῶν τὰς ἀποδείξεις ἐναργεῖς ἔχων.