De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Καὶ ὥσπερ τοῦ πυρὸς ἔχοντος κατὰ φύσιν τὸ καίειν, εἰ λέγοι τις εἶναί τι τὸ μὴ δειλιῶν αὐτοῦ τὴν καῦσιν, ἀλλὰ καὶ μᾶλλον ἀσθενὲς αὐτὸ δεικνύον, οἷον δὴ λέγεται τὸ παρὰ Ἰνδοῖς ἀμίαντον· εἶτα ὁ τῷ λεγομένῳ μὴ πιστεύων εἰ πεῖραν θελήσειε λαβεῖν τοῦ λεγομένου, πάντως τὸ ἄκαυστον ἐνδυσάμενος καὶ προσβαλὼν πυρί, πιστοῦται λοιπὸν τὴν κατὰ τοῦ πυρὸς ἀσθένειαν·
ἢ ὡς εἴ τις τὸν τύραννον δεδεμένον ἰδεῖν θελήσειε, πάντως εἰς τὴν τῶν νικησάντων χώραν καὶ ἀρχὴν παρελθών, ὁρᾷ τὸν ἄλλοις φοβερὸν ἀσθενῆ
γενόμενον· οὕτως εἴ τις ἐστὶν ἄπιστος, καὶ ἀκμὴν μετὰ τοσαῦτα, καὶ, μετὰ τοὺς τοσούτους ἐν Χριστῷ γενομένους μάρτυρας, μετὰ τὴν καθ’ ἡμέραν γινομένην κατὰ τοῦ θανάτου χλεύην παρὰ τῶν ἐν Χριστῷ διαπρεπόντων· ὅμως εἰ ἔτι τὴν διάνοιαν ἀμφίβολον ἔχει περὶ τοῦ κατηργῆσθαι τὸν θάνατον καὶ τέλος ἐσχηκέναι, καλῶς μὲν ποιεῖ θαυμάζων περὶ τοῦ τηλικούτου· πλὴν μὴ σκληρὸς εἰς ἀπιστίαν, μηδὲ ἀναιδὴς πρὸς τὰ οὕτως ἐναργῆ γινέσθω.Ἄλλ’ ὥσπερ ὁ τὸ ἀμίαντον λαβὼν γινώσκει τὸ ἄψαυστον τοῦ πυρὸς πρὸς αὐτό, καὶ ὁ τὸν τύραννον δεδεμένον θέλων ὁρᾶν, εἰς τὴν τοῦ νικήσαντος ἀρχὴν παρέρχεται·? οὕτως καὶ ὁ ἀπιστῶν περὶ τῆς τοῦ θανάτου νίκης λαμβανέτω τὴν πίστιν τοῦ Χριστοῦ, καὶ εἰς τὴν τούτου διδασκαλίαν λίαν παρερχέσθω· καὶ ὅψεται τοῦ θανάτου τὴν ἀσθένειαν, καὶ τὴν κατ’ αὐτοῦ νίκην. πολλοὶ γὰρ πρότερρον ἀπιστοῦντες καὶ χλευάζοντες, ὕστερον πιστεύσαντες , οὕτως κατεφρόνησαν τοῦ θανάτου, ὡς καὶ μάρτυρας αὐτοὺς γενέσθαι τοῦ Χριστοῦ.
Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ, καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι, ἀλλ’ ἢ αὐτὸν τὸν Χριστόν, τὸν κατὰ τοῦ θανάτου τρόπαια καὶ νίκας ἐπιδειξάμενον, κἀκεῖνον ἐξασθενῆσαι ποιήσαντα.
Καὶ εἰ πρότερον μὲν ἴσχυεν ὁ θάνατος, καὶ διὰ τοῦτο φοβερὸς ἦν, ἄρτι δὲ μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος καὶ τὸν τοῦ σώματος αὐτοῦ θάνατον καὶ ἀνάστασιν καταφρονεῖται, φανερὸν ἄν εἴη παρ’ αὐτοῦ τοῦ ἐπὶ τὸν σταυρὸν ἀναβάντος Χριστοῦ κατηργῆσθαι καὶ νενικῆσθαι τὸν
θάνατον.Ὡς γὰρ ἐὰν μετὰ νύκτα γένηται ἥλιος, καὶ πᾶς ὁ περίγειος τόπος καταλάμπηται ὑπ’ αὐτοῦ, πάντως οὐκ ἔστιν ἀμφίβολον, ὅτι ὁ τὸ φῶς ἐφαπλώσας ἥλιος πανταχοῦ, αὐτός ἐστιν ὁ καὶ τὸ σκότος ἀπελάσας, καὶ τὰ πάντα φωτίσας· οὕτως τοῦ θανάτου καταφρονηθέντος καὶ καταπατηθέντος ἀφ’ οὗ γέγονεν ἡ τοῦ Σωτῆρος ἐν σώματι σωτήριος ἐπιφάνεια καὶ τὸ τελος τοῦ σταυροῦ, πρόδηλον ἂν εἴη, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ ὁ καὶ ἐν σώματι φανείς, ὁ τὸν θάνατον καταργήσας, καὶ κατ’ αὐτοῦ τρόπαια καθ’ ἡμέραν ἐν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδεικνύμενος.