De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Διὰ τί οὖν, ἄν τις εἴποι, εἴπερ ἀναγκαῖον ἦν ἀντὶ πάντων αὐτὸν παραδοῦναι τὸ σῶμα θανάτῳ, οὐχ ὡς ἄνθρωπος ἰδίως ἀπέθετο τοῦτο, ἀλλὰ καὶ μέχρι τοῦ σταυρωθῆναι παρῆλθεν; ἐντίμως

γὰρ μᾶλλον αὐτὸν ἔπρεπεν ἀποθέσθαι τὸ σῶμα, ἤπερ μεθ’ ὕβρεως τὸν τοιοῦτον θάνατον ὑπομεῖναι.

Θέα δὴ πάλιν εἰ μὴ ἡ τοιαύτη ἀντίθεσίς ἐστιν ἀνθρωπίνη· τὸ δὲ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, θεῖον ἀληθῶς καὶ ἄξιον τῆς αὐτοῦ θεότητος διὰ πολλά. Πρῶτον μέν, ὅτι ὁ συμβαίνων τοῖς ἀνθρώποις θάνατος κατὰ ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· οὐ δυνάμενοι γὰρ ἐπὶ πολὺ διαμένειν, τῷ χρόνῳ διαλύονται. διὰ τοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι, καὶ ἐξασθενήσαντες ἀποθνήσκουσιν. ὁ δὲ Κύρος οὐκ ἀσθενής, ἀλλὰ Θεοῦ Δύναμις, καὶ Θεοῦ Λόγος ἐστῆ, καὶ Αὐτοζωή.

Εἰ μὲν οὖν ἦν ἰδίᾳ που, καὶ κατὰ τὴν συνήθειαν τῶν ἀνθρώπων ἀποθέμενος τὸ σῶμα ἐν κλίνῃ, ἐνομίσθη ἄν καὶ αὐτὸς κατὰ τὴν τῆς φύσεως ἀσθένειαν τοῦτο παθών, καὶ μηδὲν ἔχων πλέον τῶν ἄλλων ἀνθρώπων. ἐπειδὴ δὲ καὶ Ζωὴ ἦν, καὶ Φεοῦ Λόγος, καὶ ἔδει τὸν ὑπὲρ πάντων γενέσθαι θάνατον, διὰ τοῦτο ὡς μὲν [ωὴ καὶ δύναμις ὡν συνίσχυεν ἐν αὐτῷ τὸ σῶμα·

ὡς δὲ ὀφεῖλοντος γενέσθαι τοῦ θανάτου, οὐχ ἑαυτῷ, ἀλλὰ παρ’ ἑτέρων ἐλάμβανε τὴν πρόφασιν τοῦ τελειῶσαι τὴν θυσίαν· ἐπεὶ μηδὲ νοσεῖν ἔδει τὸν Κύριον, τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα. ἀλλ’ οὐδὲ ἐξασθενθσαι δεῖ πόλν τὸ τέμα, ἐν καὶ τὰς τῶν ἄλλων ἀσθενείας ἰσχυροποίει.

Διὰ τί οὖν καὶ τὸν θάνατον ὥσπερ καὶ τὸ νοσεῖν οὐκ ἐκώλυσεν; ὅτι διὰ τοῦτον ἔσχε τὸ σῶμα, καὶ ἀπρεπὲς ἦν κωλῦσαι· ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῇ· προηγήσασθαι μέντοι τοῦ θανάτου νόσον, ἀπρεπὲς πάλιν ἦν, ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῷ σώματι νομισθῇ, οὐκ ἐπείνασεν οὖν; ναὶ ἐπεῖνασε διὰ τὸ ἴδιον τοῦ σώματος· ἀλλ’ οὐ

λιμῷ διεφθάρη, διὰ τὸν φοροῦντα αὐτὸ Κύριον. διὰ τοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάντων λύτρον, ἀλλ’ οὐκ εἶδε διαφθοράν. ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ μηδὲ ἄλλου τινός, ἀλλ’ αὐτῆς τῆς Ζωῆς ἦν τὸ σῶμα.