De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Διὰ τοῦτο καὶ ἐν ἀρχὴ κατερχόμενος πρὸς ἡμᾶς, ἐκ παρθένου πλάττει ἑαυτῷ τὸ σῶμα, ἵνα μὴ μικρὸν τῆς θεότητος αὐτοῦ γνώρισμα πᾶσι παράσχῃ, ὅτι ὁ τοῦτο πλάσας αὐτός ἐστι καὶ τῶν ἄλλων ποιητής. τίς γὰρ ἰδὼν χωρὶς ἀνδρὸς ἐκ παρθένου μόνης χόμενον σῶμα, οὐκ ἐνθυμεῖται τὸν ἐν τούτῳ φαινόμενον εἶναι καὶ τῶν ἄλλῶν σωμάτων ποιητὴν καὶ Κύριον;
Τίς δὲ δὸν καὶ τὴν ὑδάτων ἀλλασσομένην οὐσίαν, καὶ εἰς οἶνον μεταβαλοῦσαν, οὐκ ἐννοεῖ τὸν τοῦτο ποιήσαντα Κύριον εἶναι καὶ κτίστην τῆς τῶν ὅλων ὑδάτων οὐσίας; διὰ τοῦτο γὰρ ὡς δεσπότης ἐπέβαινε καὶ τῇ θαλάσσῃ, καὶ περιεπάτει ὡς ἐπὶ γῆς, γνώρισμα τῆς ἐπὶ πάντα δεσποτείας αὐτοῦ τοῖς ὁρῶσι παρέχων. τρέφων δὲ καὶ ἐξ ὀλίγων τοσοῦτον πλῆθος, καὶ ἐξ ἀπόρων εὐπορῶν αὐτός, ὥστε ἀπὸ πέντε ἄρτων πεντακισχιλίους κορεσθῆναι, καὶ ἄλλο τοσοῦτο καταλεῖψαι, οὐδὲν ἕτερον ἢ αὐτὸν εἶναι καὶ τὸν τῆς ὅλων προνοίας Κύριον ἐγνώρζε;
Ταῦτα δὲ πάντα ποιεῖν τῷ Σωτῆρι καλῶς ἔχειν ἐδόκει· ἵν' ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι, καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτίσεως αὐτοῦ θεότητα, κἂν ἐκ τῶν διὰ τοῦ σώματος ἔργων αὐτοῦ ἀναβλέψωσι, καὶ ἔννοιαν λάβωσι δι’ αὐτοῦ τῆς εἰς τὸν Πατέρα γνώσεως, ἐκ τῶν κατὰ μέρος τὴν εἰς τὰ ὅλα αὐτοῦ πρόνοιαν, ὡς προεῖπον, ἀναλογιζόμενοι
Τίς γὰρ ἰδὼν αὐτοῦ τὴν κατὰ δαιμόνων ἐξουσίαν, ἢ τίς δῶν τοὺς δαίμονας ὁμολογοῦντας εἶναι τούτων αὐτὸν Κύριον, ἔτι τὴν διάνοιαν ἀμφίβολον ἕξει, εἰ οὗτός ἐστιν ὁ τοῦ Θεοῦ ἱὸς καὶ ἡ Σοφία, καὶ ἡ Δύναμις.
Οὐδὲ γὰρ τὴν
κτίσιν αὐτὴν σιωπῆσαι πεποίηκεν, ἀλλὰ τό γε θαυμαστόν, καὶ ἐν τῷ θανάτῳ, μᾶλλον δὲ ἐν αὐτῷ τῷ κατὰ τοῦ θανάτου τροπαίῳ, λέγω δὴ τῷ σταυρῷ, πᾶσα ἡ κτίσις ὡμολόγει τὸν ἐν τῷ σώματι γνωριζόμενον καὶ πάσχοντα οὐχ ἁπλῶς εἶναι ἄνθρωπον, ἀλλὰ Θεοῦ Υἱὸν καὶ Σωτῆρα πάντων. ὅ τε γὰρ ἥλιος ἀπεστράφη, καὶ ἡ γῆ ἐσείετο, καὶ τὰ ὄρη ἐῤῥήγνυτο, πάντες κατέπτησσον. ταῦτα δὲ τὸν μὲν ἐν τῷ σταυρῷ Χριστὸν Θεὸν ἐδείκνυον, τὴν δὲ κτίσιν πᾶσαν τούτου δούλην εἶναι, καὶ μαρτυροῦσαν τῷ φόβῳ τὴν τοῦ δεσπότου παρουσίαν.Οὕτω μὲν οὖν ὁ Θεὸς Λόγος διὰ τῶν ἔργων ἑαυτὸν ἐνεφάνιζε τοῖς ἀνθρώποις. ἀκόλουθον δ’ ἂν εἴη καὶ τὸ τέλος τῆς ἐν σώματι διαγωγῆς καὶ περιπολήσεως αὐτοῦ διηγήσασθαι, καὶ εἰπεῖν καὶ ὁποῖος γέγονεν ὁ τοῦ σώματος θάνατος· μάλιστα ὅτι τὸ κεφάλαιον τῆς πίστεως ἡμῶν ἐστὶ τοῦτο, καὶ πάντες ἁπλῶς ἄνθρωποι περὶ τούτου θρυλλοῦσιν· ἵνα γνῷς ὅτι καὶ ἐκ τούτου μᾶλλον οὐδὲν ἧττον γινώσκεται Θεὸς ὁ Χριστὸς καὶ τοῦ Θεοῦ Υίός.