De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Ψυχῆς μὲν οὖν ἔργον ἐστι, θεωρεῖν μὲν καὶ τὰ ἔξω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς, οὐ μὴν καὶ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνεργεῖν, ἢ τὰ τούτου μακρὰν τῇ παρουσίᾳ κινεῖν. οὐδέποτε γοῦν ἄνθρωπος διανοούμενος τὰ μακράν, ἤδη καὶ ταῦτα κινεῖ καὶ μεταφέρει· οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῷ, ἤδη καὶ τὸν ἥλιον κινεῖ, καὶ τὸν οὐρανὸν περιστρέφει. ἀλλ’ ὁρᾷ μὲν αὐτὰ κινούμενα καὶ γεγονότα, οὐ μὴν ὥστε ἐργάζεσθαι αὐτὰ δυνατὸς τυγχάνει.
Οὐ δὴ τοιοῦτος ἦν ὁ τοῦ Θεοῦ Λόγος ἐν τῷ Ἀνθρώπῳ· οὐ γὰρ συνεδέδετο τῷ σώματι, ἀλλὰ
μᾶλλον αὐτὸς ἐκράτει τοῦτο, ὥστε καὶ ἐν τούτῳ ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανε, καὶ ἔξω τῶν ὄντων ἦν, καὶ ἐν μόνῳ τῷ Πατρὶ ἀνεπαύετο.Καὶ τὸ θαυμαστὸν τοῦτο ἦν, ὅτι καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο, καὶ ὡς Λόγος τὰ πάντα ἐζωογόνει, καὶ ὡς ἱὸς τῷ Πατρὶ συνῆν. ὅθεν οὐδὲ τῆς Παρθένου τικτούσης ἔπασχεν αὐτός, οὐδὲ ἐν σώματι ὧν ἐμολύνετο· ἀλλὰ μᾶλλον καὶ τὸ σῶμα ἡγίαζεν.
Οὐδὲ γὰρ ἐν τοῖς πᾶσιν ὥν, τῶν πάντων μεταλαμβάνει, ἀλλὰ πάντα μᾶλλον ὑπ’ αὐτοῦ ζωογονεῖται καὶ τρέφεται.
Εἰ γὰρ καὶ ἥλιος ὁ ὑπ’ αὐτοῦ γενόμενος καὶ ὑφ’ ἡμῶν ὁρώμενος, περιπολῶν ἐν οὐρανῷ, οὐ ῥυπαίνεται τῶν ἐπὶ γῆς σωμάτων ἁπτόμενος, οὐδὲ ὑπὸ σκότους ἀφανίζεται, ἀλλὰ μᾶλλον αὐτὸς καὶ ταῦτα φωτίζει καὶ καθαρίζει· πολλῷ πλέον ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ καὶ τοῦ ἡλίου ποιητὴς καὶ Κύριος, ἐν σώματι γνωριζόμνος οὐκ ἐῤῥυπαίνετο· ἀλλὰ μᾶλλον ἄφθαρτος ὥν, καὶ τὸ σῶμα θνητὸν τυγχάνρν ἐζωοποίει καὶ ἐκαθάριζεν. Ὅς ἁμαρτίαν γάρ φησιν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι Θεὸς Λόγος τὰ πάντα διακοσμῶν, καὶ δι’ ὦν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυτόν, ἀλλὰ Θεὸν Λόγον ἐγνώριζεν. λέγεται δὲ περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ καὶ τὸ σῶμα ἐσθίον καὶ τικτόμενον καὶ πάσχον, οὐχ ἑτέρου τινός, ἀλλὰ τοῦ Κυρίου ἦν· καὶ ὅτι
ἀνθρώπου γενομένου, ἔπρεπε καὶ ταῦτα ὡς περὶ ἀνθρώπου λέγεσθαι, ἵνα ἀληθείᾳ καὶ μὴ φαντασίᾳ σῶμα ἔχων φαίνηται.Ἀλλ’ ὥσπερ ἐκ τούτων ἐγινώσκετο σωματικῶς παρών, οὕτως ἐκ τῶν ἔργων ὧν ἐποίει διὰ τοῦ σώματος, Υἱὸν Θεοῦ ἑαυτὸν ἐγνώριζεν. ὅθεν καὶ πρὸς τοὺς ἀπίστους Ἰουδαίους ἐβόα λέγων· εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύητέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κἀγὼ ἐν τῷ Πατρί.