De Incarnatione Verbi

Athanasius of Alexandria

Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.

Τί οὖν ἔδει ποιεῖν τὸν Θεόν; ἢ τί ἔδει γενέσθαι, ἀλλ’ ἢ τὸ κατ’ εἰκόνα πάλιν ἀνανεῶσαι, [νᾷ δ’ αὐτοῦ πάλιν αὐτὸν γνῶναι δυνηθῶσιν οἱ ἄνθρωποι; τοῦτο δὲ πῶς ἄν ἐγεγόνει, εἰ μὴ αὐτῆς τῆς τοῦ Θεοῦ Θεἰκόνος παραγενομένης τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; δι’ ἀνθρώπων μὲν γὰρ οὐκ ἦν δυνατὸν, ἐπεὶ καὶ αὐτοὶ κατ’ εἰκόνα γεγόνασιν· ἀλλ’ οὐδὲ δ’ ἀγγέλων οὐδὲ γὰρ οὐδὲ αὐτοί εἰσιν εἰκόνες. ὅθεν ὁ τοῦ Θεοῦ Λόγος δι’ ἑαυτοῦ παρεγένετο, ἵν’ ὡς εἰκὼν ὧν τοῦ Πατρὸς τὸν κατ’ εἰκόνα ἄνθρωπον τίσαι δυνηθῇ.

Ἄλλως δὲ πάλιν οὐκ ἄν ἐγεγόνει, εἰ μὴ ὁ θάνατος ἦν καὶ ἡ φθορὰ ἐξαφανισθεῖσα.

Ὅθεν εἰκότως ἔλαβε σῶμα θνητόν, νᾷ καὶ ὁ θάνατος ἐν αὐτῷ λοιπὸν ἐξαφανισθῆναι δυνηθῇ, καὶ οἱ κατ’ εἰκόνα πάλιν ἀνακαινισθῶσιν ἄνθρωποι. οὐκοῦν ἑτέρου πρὸς ταύτην τὴν χρείαν οὐκ ἦν, εἰ μὴ τῆς εἰκόνος τοῦ Πατρός.

Ὣς γὰρ τῆς γραφείσης ἐν ξύλῳ μορφῆς παραφανισθείσης ἐκ τῶν ἔξωθεν ῥυπων, πάλιν χρεία τοῦτον παραγενέσθαι, οὗ καὶ ἔστιν ἡ μορφή, ἵνα ἀνακαινισθῆναι ἡ εἰκὼν δυνηθῇ ἐν τῇ αὐτῇ ὕλῃ· δία γὰρ τὴν ἐκείνου γραφὴν καὶ αὐτὴ ἡ ὕλη ἐν ἦ καὶ γέγραπται, οὐκ ἐκβάλλεται, ἀλλ’ ἐν αὐτῇ ἀνατυ

κατὰ τοῦτο καὶ ὁ πανάγιος τοῦ Πατρὸς

Υἱός, εἰκὼν ὦν τοῦ Πατρός, παρεγένετο ἐπὶ τοὺς ἡμετέρους τόπους, ἵνα τὸν κατ’ αὐτὸν πεποιημένον ἄνθρωπον ἀνακαινίσῃ, καὶ ὡς ἀπολόμενον εὕρῃ διὰ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, ᾖ φησι καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις· Ἦλθον τὸ ἀπολόμενον εὑρεῖν καὶ σῶσαι. ὅθεν καὶ πρὸς τοὺς ἰδίους ἔλεγεν, Ἐὰν μή τις ἀναγεννηθῇ· οὐ τὴν ἐκ γυναικῶν γέννησιν σημαίνων ὥσπερ ὑπενόουν ἐκεῖνοι, ἀλλὰ τὴν ἀναγενωμένην καὶ ἀνακτιζομένην ψυχὴν ἐν τῷ κατ’ εἰκόνα δηλῶν.

Ἐπειδὴ δὲ καὶ εἰδωλομανία καὶ ἀθεότης κατεῖχε τὴν οἰκουμένην, καὶ ἡ περὶ Θεοῦ γνῶσις ἐκέκρυπτο· τίνος ἦν διδάξαι τὴν οἰκουμένην περὶ Πατρός; ἀνθρώπου φαίη τις ἄν; ἀλλ’ οὐκ ἦν ἀνθρώπων ἐνὸν τὴν ὑφήλιον πᾶσαν ὑπελθεῖν, οὔτε τῇ φύσει τοσοῦτον ἰσχυόντων δραμεῖν, οὔτε ἀξιοπίστων περὶ τούτου δυναμένων γενέσθαι, οὔτε πρὸς τὴν τῶν δαιμόνων ἀπάτην καὶ φαντασίαν ἱκανῶν δι’ ἑαυτῶν ἀντιστῆναι.