De Incarnatione Verbi
Athanasius of Alexandria
Athenasius of Alexandria. St. Athanasius On The Incarnation. Robertson, Archibald, editor. London: David Nutt, 1893.
Ἐξὸν οὖν ἦν ἀναβλέψαντας αὐτοὺς εἰς τὸ μέγεθος τοῦ οὐρανοῦ, καὶ κατανοήσαντας τὴν τῆς κτίσεως ἁρμονίαν, γνῶναι τὸν ταύτης ἡγεμόνα τὸν τοῦ Πατρὸς Λόγον, τὸν τῇ ἑαυτοῦ εἰς πάντα προνοία γνωρίζοντα πᾶσι τὸν Πατέρα, καὶ διὰ τοῦτο τὰ ὅλα κινοῦντα, ἵνα δ’ αὐτοῦ πάντες γινώσκωσι τὸν Θεόν.
Ἢ εἰ τοῦτο αὐτοῖς ἦν ὀκνηρόν, κἂν τοῖς ἀγίοις δυνατὸν ἦν αὐτοὺς συντυγχάνειν, καὶ δι’ αὐτῶν μαθεῖν τὸν τῶν πάντων δημιουργὸν Θεόν, τὸν τοῦ Χριστοῦ Πατέρα· καὶ ὅτι τῶν εἰδώλων ἡ θρησκεία ἀθεότης ἐστὶ καὶ πάσης ἀσεβείας μεστή.
Ἐξὸν δὲ ἦν αὐτοὺς καὶ τὸν νόμον ἐγνωκότας, παύσασθαι πάσης παρανομίας καὶ τὸν κατ' ἀρετὴν ζῆσαι βίον. οὐδὲ γὰρ διὰ Ἰουδαίους μόνους ὁ νόμος ἦν οὐδὲ δέ’ αὐτοὺς μόνους οἱ προφῆται ἐπέμποντο, ἀλλὰ πρὸς Ἰουδαίους μὲν ἐπέμποντο, καὶ παρὰ Ἰουδαίων διώκοντο· πάσης δὲ τῆς οἰκουμένης μένης ἦσαν διδασκάλιον ἱερὸν τῆς περὶ Θεοῦ γνώσεως
καὶ τῆς κατὰ ψυχὴν πολιτείας.Τοσαύτης οὖν οὔσης τῆς τοῦ Θεοῦ ἀγαθότητος καὶ φιλανθρωπίας· ὅμως οἱ ἄνθρωποι νικώμενοι ταῖς παραυτίκα ἡδοναῖς, καὶ ταῖς παρὰ δαιμόνων φαντασίαις καὶ ἀπάταις, οὐκ ἀνένευσαν πρὸς τὴν ἀλήθειαν· ἀλλ’ ἑαυτοὺς πλείοσι κακοῖς καὶ ἁμαρτήμασιν ἐνεφόρησαν, ὡς μηκέτι δοκεῖν αὐτοὺς λογικούς, ἀλλὰ ἀλόγους ἐκ τῶν τρόπων νομίζεσθαι.
Οὕτω τοίνυν ἀλογωθέντων τῶν ἀνθρώπων, καὶ οὕτως τῆς δαιμονικῆς πλάνης ἐπισκιαζούσης τὰ πανταχοῦ, καὶ κρυπτούσης τὴν περὶ τοῦ ἀληθινοῦ Θεοῦ γνῶσιν, τί τὸν Θεὸν ἔδει ποιεῖν; σιωπῆσαι τὸ τηλικοῦτον, καὶ ἀφεῖναι τοὺς ἀνθρώπους ὑπὸ δαιμόνων πλανᾶσθαι, καὶ μὴ γινώσκειν αὐτοὺς τὸν Θεόν;
Καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς κατ’ εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον; ἔδει γὰρ αὐτὸν ἁπλῶς ὡς ἄλογον γενέσθαι, ἢ γενόμενον λογικὸν τὴν τῶν ἀλόγων ζωὴν βιοῦν.
Τίς δὲ ὅλως ἦν χρεία ἐννοίας αὐτὸν λαβεῖν περὶ Θεοῦ ἐξ ἀρχῆς; εἰ γὰρ οὐδὲ νῦν ἄξιός ἐστι λαβεῖν, ἔδει μηδὲ κατὰ τὴν ἀρχὴν αὐτῷ δοθῆναι.