Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Ἐκ προδιαβολῆς δὲ ὁπόταν τὰ τοῦ ἀντιδίκου ἢ τὰ περὶ αὐτὸν διαβάλλῃς· γίνεται δὲ ἐν οἷς ἄδοξα ὑπόκειται πρόσωπα, οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· ἐν σπάνει χρημάτων ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται ἢ ἐκ διορισμοῦ ὡς ἐν τῷ τῆς παραπρεσβείας· ἁρμόττει δὲ ἂν μὲν δημοσίᾳ τις φεύγῃ, ὅταν ἄλλη κατάστασις μὴ  ᾖ.

Προσδιοριζόμεθα δὲ ὁπόταν ἀκόλουθα οἷς προδιοριζόμεθα ᾖ τὰ μέλλοντα ἐπιφέρεσθαι, οἷον δεῖ παρὰ πρεσβευτοῦ τῶνδε καὶ τῶνδε λαβεῖν εὐθύνας, ὡς ἐὰν μὴ πάντα δυνώμεθα ἐπιδεῖξαι, περιττὸν τὸ ἐπαγγέλλεσθαι πάντα, ἀλλʼ ἐκεῖνα ἃ δυνάμεθα.

Ἐξ ἀντεξετάσεως δὲ καθιστάμεθα ἐν πᾶσι τοῖς ἐξ ἀποβάσεως, οἷον ὡς ἐπʼ ἐκείνου Σκύθαι νομάδες πόλιν ᾤκησαν, καὶ νοσοῦσι συμβουλεύει τις αὐτοῖς τοῦ προτέρου ἔχεσθαι βίου. ἐὰν γὰρ ἀντεξετάσῃς, λέξεις οἷα πρότερον ἦν πρὸ τῆς πόλεως, οἷον ὑγίεια, εὐεξία, καὶ ὁποῖα τὰ νῦν.

Τὸ δὲ κεφάλαιον αὐτὸ καταστατικῶς εἰσάγεται, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν· ,,ἐγὼ γάρ, ὦ ἄνδρες, σφόδρʼ ἄν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιππον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττοντα ἑώρων·“ τοῦτο γὰρ κεφάλαιόν ἐστι τὸ δυνατόν, εἰσῆκται δὲ καταστατικῶς· [*](493)

352
4 μέρος δὲ κεφαλαίου, ὡς ἐν τῷ Ἰσοκράτει Ἀριστείδου.

Τὸ δὲ ἐκ τρόπου ἁρμόσει σοι καὶ ἐνίοις τῶν ἐσχηματισμένων, ἐν οἷς εἰσηγησαμένου τινὸς καὶ πείσαντος σὺ τὴν εἰσήγησιν ταύτην ἐν ἀληθείᾳ κακίζεις, προσποιῇ δὲ ἐπαινεῖν, καὶ ἄλλο τι δεῖ προστιθέναι ἕτερον αὐτῷ ἀκόλουθον· ἁρμόσει γάρ σοι λέγειν, ἐσφάλην τοῦ προσήκοντος, ἐγὼ μὲν γὰρ ᾤμην τοιάδε αὐτὸν γράφειν καὶ τοιάδε, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Περικλῆς δῃοῦν [*]((692)) τὴν Ἀττικήν· γράφει ὁ Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρχεσθαι. λέξει γὰρ ὁ Νικίας, ὅτι ἐγὼ μὲν ᾤμην πρότερον, ὅτε ἐκκλησίαν τις ἐπήγγελλε καὶ παρῆλθε Περικλῆς, ταῦτα τὰ εἰωθότα λεχθήσεσθαι, ἀμύνεσθαι ὑπὲρ τῆς χώρας καὶ κινδυνεύειν, καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλʼ ὁ σοφὸς Περικλῆς τούτων μὲν ὑπερεῖδεν, εὐ γε ποιῶν καὶ καθʼ ἑαυτόν· ἠκούετε δὲ οἷα διεξῄει, οἷα μηδεὶς πρότερον· τί οὖν ἕπεται τούτοις, ἀρχὴν ζητῆσαι καὶ τόπον, ἀφʼ οὗ ἀρξόμεθα. ἁρμόσει δὲ τοῦτο καὶ ἀγωνιστικοῖς ἐνισταμένων ἡμῶν ἐνίοτε πεφεισμένως μέντοι καὶ ταμιευομένων ἡμῶν τούς πλείστους τρόπους τῶν μεταληπτικῶν. γένοιτο δʼ ἂν τοῦτο ὁπόταν εἰσηγήσει τινὸς ἀντιλέγῃς ἢ εὐθύναις, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν. ἀντιλέγει τις, οἷον ἐγὼμὲν ᾤμην ἄλλους πόρους τινὰς τοῦτον ἐρεῖν χρημάτων εἰςφορᾶς.

494 Ἀπὸ ἐπαγγελίας δὲ καθιστάμεθα, ὁπόταν οἱ ἀκούοντες ἐπιζητῶσι τόδε τι κεφάλαιον, δηλονότι τὸ συνέχον, σύ δὲ λέγῃς σπεύδειν μὲν ἐπʼ αὐτὸ καὶ ἡδέως ἂν ἀπʼ αὐτοῦ τὴν ἀρχὴν ποιήσασθαι, εἶναι δὲ ἀναγκαῖον ἄλλα τινὰ πρὸ αὐτοῦ εἰπεῖν, ἢ ὁπόταν δοκῇς μέρει τινὶ τῶν κεφαλαίων ἀσθενὴς εἶναι καὶ λέγῃς μὴ οὕτως ἀσθενῆ δείξειν, ἀλλὰ καὶ ἰσχυρότατα ἢ ὁπόταν τοῦ ἐναντίου

353
δοκοῦντος ἰσχυρίζεσθαί τινι κεφαλαίῳ λέγῃς ἐπαγγελλόλενος, 4 οὐ πρὸς ἐκείνου μᾶλλον ἢ πρὸς ἡμῶν εἶναι.

Ὅτι μὲν αἱ διηγήσεις πραγμάτων γενομένων ἐκθέσεις, 5 καὶ ὅτι μάλιστα πιθανότητος καὶ σαφηνείας δεῖ ἐν διηγήσει, καὶ ὅτι διττὸν τὸ γένος τῶν διηγήσεων, τὸ μὲν διὰ ψιλῶν πραγμάτων, τὸ δὲ μετὰ διανοιῶν ἐξεταζομένων καὶ κατασκευῶν προστιθεμένων, ἑτέροις λέγειν ἀφίημι, καὶ ὅτι αἱ μὲν ἱστορικαί, ὧν πολὺ εἶδος ἐν συγγραφαῖς, αἱ δὲ ἀγωνιστικαὶ οἷον παρὰ τοῖς πολιτικοῖς. ἔλθοιεν δʼ ἄν ποτε καὶ ἱστορικαὶ πρὸς πολιτικόν. ἔσται μὲν πολιτικὸς ὁ λόγος, δεῖ δὲ τὸ ὕπτιον αὐτῶν ἐπανορθοῦσθαι διὰ τῶν γοργῶν σχημάτων. ἐῶ δὲ κἀκεῖνο λέγειν, ὅτι ὁ μὲν Λυσίας κατὰ ὄρθωσιν ἀνηπλωμένως τὰς διηγήσεις, ὁ δὲ Δημοσθένης πλαγιάζων μετʼ ἐννοίας εἰσάγει, καὶ ὁ μὲν ψιλάς, ὁ δὲ συμπερινοῶν τι αὐταῖς. εἰ δὲ δὴ βούλει κἀκεῖνο μαθεῖν, ὅτι πρώταις διηγήσεσιν οὐ [*](495) χρὴ προεκκενοῦν τὰ πράγματα, ἀλλὰ συμμέτρως, καὶ ὅτι ἐνίοτε οὐ διηγητέον, ὅταν καθʼ ἡμῶν ἡ διήγησις ᾖ, ὅταν δὲ τὰ μὲν τῶν πραγμάτων ὑπὲρ ἡμῶν ᾖ, τὰ μὲν ὑπὲρ ἡμῶν διηγητέον, τὰ δὲ καθʼ ἡμῶν ἐν ταῖς ἀντιθέσεσι, τηρητέον καὶ λυτέον ἔτι γε μὴν ἐκεῖνο εἰδέναι ἄξιον, ὅτι διήγησις τοῦ ἀφηγηματικοῦ τούτῳ διαφέρει, ὅτι ἡ μὲν διήγησίς ἐστιν αὐτῶν τῶν γεγονότων ἐν τῷ πράγματι τῷ κρινομένῳ ἀφήγησις, τὸ δὲ ἀφηγηματικὸν πολλάκις κἀν τοῖς κεφαλαίοις τίθεται, ὅταν ᾖ ἐκ παραδειγμάτων, ἢ λύσιν γεγονότων τιθέντες ἀφηγηματικῷ σχήματι εἰσάγωμεν. εἰδέναι δὲ χρή, ὅτι καταστάσεως ἀφήγησις ταύτῃ διενήνοχεν , ὅτι ἡ μὲν ἀφήγησίς ἐστιν αὐτῶν τῶν γεγονότων ἔκθεσις, ἡ δὲ κατάστασις ἐξἰδίας

354
5 ἐννοίας τοῦ λέγοντος καὶ τὰ ἀντιπίπτοντα προαναιρ εῖ ἐκ τῆς τῶν ἀκουόντων ἐννοίας· καὶ ἡ μὲν διδάσκει τὸ πρᾶγμα, ἡ δὲ προκαθίστησι τοὺς ἀκροατὰς πῶς δεῖ ἀκούειν τῶν πραγμάτων.