Ars rhetorica

Valerius Apsines

Valerius Apsines, Ars rhetorica, Spengel, Teubner, 1853

Πάθος ποιοῦσι καὶ αἱ παραθέσεις πρὸς ἕτερον· οἷον εἰ λέγοις ἐν ἐκείνῳ τῷ ζητήματι· οἱ Ἀθηναῖοι πρεσβεύονται ἐπὶ τῶν τριάκοντα πρὸς Λακεδαιμονίους ἀξιοῦντες ὑφʼ ἑνὸς τυραννεῖσθαι εἰ οὖν λέγοις, οὐδὲν τοσοῦτον ἡ λοιμώδης νόσος, οὐχ ἡ Σικελία ἤνεγκε ταῖς Ἀθήναις πάθος, [*](595) ὅσον οἱ τριάκοντα. ἐκεῖνα μὲν γὰρ εἴς γε μοῖράν τινα τῆς δυνάμεως ἐλυμήναντο, οἱ δὲ διὰ πάντων διήκουσι.

Πάθος ποιοῦσι καὶ αἱ ὑπερβολαὶ ἐν τῷ ἀορίστῳ· τούτων δὲ δεινότερα οὐ γέγονεν οὐδὲ μείζω πράγματα ἐφʼ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δὲ οὐδʼ ἐν τῷ πρόσθεν χρόνῳ.

Πάθος ποιοῦσι καὶ αἱ ποιότητες τῶν προσώπων ἐξεταζόμεναι, τίς ὢν δεινὰ πέπονθεν, οἷον ὅτι καλὸς κἀγαθός, ἢ ὅτι εὐεργέτης· ὡς περὶ τῶν Φωκέων ὁ Δημοσθένης· τίνες ὄντες ταῦτα πεπόνθασι. καὶ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ὑπὲρ ἡμῶν ἔθεντο. πάθος γίνεται καὶ ἀπὸ τοῦ ἐναντίου· οὐ μόνον τίς ὢν πέπονθεν, ἀλλὰ καὶ ὑπὸ τίνος, ὡς ἐν τῷ περὶ Στράτωνος λόγῳ Δημοσθένης·

406
,,καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου.”

Ἐν τοῖς πάθεσι καὶ αἱ διαπορήσεις χρήσιμοι εὐθὺς ἐν ἀρχῇ· τί πρῶτον ἢ τί τελευταῖον εἴπω; οὕτως· ἀπορῶ τί χρὴ δρᾶσαι; πότερον μεθεῖναι ἀμνημόνευτα; ἀλλʼ ἀλυσιτελὲς τοῦτό γε·ἀλλὰδιεξελθεῖν δεῖ; ἀλλ᾿ οὐ ῥᾴδιον ἀδακρυτὶ τοῦτο δρᾶν.