De Mysteriis
Iamblichus
Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.
Ἐπεὶ δὲ μέρος τῶν θυσιῶν οὐ τὸ σμικρότατόν ἐστι τὸ τῶν εὐχῶν, συμπληροῖ τε αὐτὰς ἐν τοῖς μάλιστα, καὶ διὰ τούτων κρατύνεται αὐτῶν καὶ ἐπιτελεῖται τὸ πᾶν ἔργον, κοινήν τε συντέλειαν ποιεῖται πρὸς τὴν θρησκείαν, καὶ τὴν κοινωνίαν ἀδιάλυτον ἐμπλέκει τὴν ἱερατικὴν πρὸς τοὺς θεούς, οὐ χεῖρον καὶ περὶ αὐτῆς ὀλίγα διελθεῖν· καὶ γὰρ αὐτὸ καθ’ αὑτὸ τοῦτο ἄξιόν ἐστι μαθήσεως, καὶ τὴν περὶ θεῶν ἐπιστήμην τελειοτέραν ἀπεργάζεται. φημὶ δὴ οὖν ὡς τὸ μὲν πρῶτον τῆς εὐχῆς εἶδος ἐστι συναγωγόν, συναφῆς τε τῆς πρὸς τὸ θεῖον καὶ γνωρίσεως ἐξηγούμενον· τὸ δ’ ἐπὶ τούτῳ κοινωνίας ὁμονοητικῆς συνδετι
κόν, δόσεις τε προσκαλούμενον τὰς ἐκ θεῶν καταπεμπομένας πρὸ τοῦ λόγου, καὶ πρὸ τοῦ νοῆσαι τὰ ὅλα ἔργα ἐπιτελούσας. τὸ δὲ τελειότατον αὐτῆς ἡ ἄρρητος ἕνωσις ἐπισφραγίζεται, τὸ πᾶν κῦρος ἐνιδρύουσα τοῖς θεοῖς, καὶ τελέως ἐν αὐτοῖς κεῖσθαι τὴν ψυχὴν ἡμῶν παρέχουσα.Ἐν τρισὶ δὲ τούτοις ὅροις, ἐν οἷς τὰ θεῖα πάντα μετρεῖται, τὴν πρὸς θεοὺς ἡμῶν φιλίαν συναρμόζουσα καὶ τὸ ἀπὸ τῶν θεῶν ἱερατικὸν ὄφελος τριπλοῦν ἐνδίδωσι, τὸ μὲν εἰς ἐπίλαμψιν τεῖνον, τὸ δὲ εἰς κοινὴν ἀπεργασίαν, τὸ δὲ εἰς τὴν τελείαν ἀποπλήρωσιν ἀπὸ τοῦ πυρός· καὶ ποτὲ μὲν προηγεῖται τῶν θυσιῶν, ποτὲ δ’ αὖ μεταξὺ διαλαμβάνει τὴν ἱερουργίαν, ἄλλοτε δ’ αὖ τὸ τέλος τῶν θυσιῶν ἀποπληροῖ.
Ἔργον δὲ οὐδὲν ἱερατικὸν ἄνευ τῶν ἐν ταῖς εὐχαῖς ἱκετειῶν γίνεται. ἡ δ’ ἐν αὐταῖς ἐγχρονίζουσα διατριβὴ τρέφει μὲν τὸν ἡμέτερον νοῦν, τὴν δὲ τῆς ψυχῆς ὑποδοχὴν τῶν θεῶν ποιεῖ λίαν εὐρυτέραν, ἀνοίγει δὲ τοῖς
ἀνθρώποις τὰ τῶν θεῶν, συνήθειαν δὲ παρέχει πρὸς τὰς τοῦ φωτὸς μαρμαρυγάς, κατὰ βραχὺ δὲ τελειοῖ τὰ ἐν ἡμῖν πρὸς τὰς τῶν θεῶν συναφάς, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον ἡμᾶς ἐπαναγάγῃ, καὶ τὰ μὲν ἡμέτερα τῆς διανοίας ἤθη ἠρέμα ἀνέλκει, τὰ δὲ τῶν θεῶν ἡμῖν ἐνδίδωσι, πειθὼ δὲ καὶ κοινωνίαν καὶ φιλίαν ἀδιάλυτον ἐγείρει, τόν τε θεῖον ἔρωτα συναύξει, καὶ τὸ θεῖον τῆς ψυχῆς ἀνάπτει, ἀποκαθαίρει τε πᾶν τὸ ἐναντίον τῆς ψυχῆς, καὶ ἀπορρίπτει τοῦ αἰθερώδους καὶ αὐγοειδοῦς πνεύματος περὶ αὐτὴν ὅσον ἐστὶ γενεσιουργόν, ἐλπίδα τε ἀγαθὴν καὶ τὴν περὶ τὸ φῶς πίστιν τελειοῖ, καὶ τὸ ὅλον εἰπεῖν, ὁμιλητὰς τῶν θεῶν, ἵνα οὕτως εἴπωμεν, τοὺς χρωμένους αὐταῖς ἀπεργάζεται.Εἰ δὴ τοῦτό ἐστιν ὅπερ εὐχὴν ἄν τις εἴποι, δρᾷ τε ἐν ἡμῖν τοσαῦτα ἀγαθὰ τὸ τοιοῦτον, ἔχει τε πρὸς τὰς θυσίας ἣν εἰρήκαμεν κοινωνίαν, πῶς οὐ καὶ διὰ τούτου καταφανὲς γίνεται τὸ τῶν θυσιῶν τέλος, ὡς συναφῆς καὶ αὐτὸ δημιουργικῆς μετείληχεν, ἐπειδὴ δι’ ἔργων οἰ
κειοῦται τοῖς θεοῖς; τότε ἀγαθὸν αὐτῆς ὡς τοσοῦτόν ἐστιν, ὅσον ἀπὸ τῶν δημιουργικῶν αἰτίων καταπέμπεται εἰς ἀνθρώπους. καὶ μὴν ἀπ’ ἐκείνου γε αὖθις τὸ τῶν εὐχῶν ἀναγωγὸν καὶ τελεσιουργὸν καὶ ἀποπληρωτικὸν ἔκδηλον γίνεται, πῶς μὲν δραστήριον πῶς δὲ ἡνωμένον ἐπιτελεῖται, πῶς δὲ ἔχει τὸν ἐνδιδόμενον ἀπὸ τῶν θεῶν κοινὸν σύνδεσμον· τὸ τρίτον τοίνυν, ὡς ἄμφω δι’ ἀλλήλων βεβαιοῦται, καὶ δύναμιν ἐντίθησιν εἰς ἄλληλα ἁγιστείας τελείαν ἱερατικήν, ῥᾳδίως ἄν τις ἀπὸ τῶν εἰρημένων κατανοήσειε.Διόπερ δὴ δι’ ὅλων φαίνεται τῆς ἱερατικῆς ἀναγωγῆς ἡ πᾶσα σύμπνοια καὶ συνέργεια πρὸς ἑαυτήν, ζώου παντὸς μᾶλλον συμφυῆ τὰ μόρια ἑαυτῆς παντάπασι κατὰ μίαν συνέχειαν συνάπτουσα, ἧς οὐδέποτε δεῖ καταμελεῖν, οὐδὲ τὰ ἡμίση μέρη αὐτῆς ἐγκρίνοντας τὰ ἄλλα ἀποδοκιμάζειν· ὁμοίως δὲ πᾶσιν ἐγγυμνάζεσθαι καὶ δι’ ὅλων αὐτῶν τελειοῦσθαι χρὴ τοὺς ἐθέλοντας εἰλικρινῶς τοῖς θεοῖς συνάπτεσθαι.
Ταῦτα μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι· τὸ δὲ λοιπὸν ἐμοὶ καιρὸς ἐπὶ τὴν ἑξῆς ἀπορίαν ὧν σὺ προτείνεις μεταβαίνειν. τί γὰρ δήποτε, ὡς ὁ σὸς λόγος, νεκροῦ μὲν ἀναφῇ δεῖ εἶναι τὸν ἐπόπτην, διὰ δὲ νεκρῶν ζώων τὰ πολλὰ αἱ θεαγωγίαι ἐπιτελοῦνται; πάλιν οὖν καὶ ταῦτα διαλύοντες τὴν δοκοῦσαν εἶναι μάχην ἐπισκεψώμεθα· μὴ οὐδαμῶς ᾖ τις ἐν αὐτῇ ἀντίθεσις, φαίνεται δὲ μόνον ἐναντίως ἔχειν. εἰ μὲν γὰρ τῶν αὐτῶν νεκρῶν σωμάτων καὶ ἀπείχοντο τῆς ἀφῆς καὶ ἥπτοντο, ἦν ἂν τοῦτο πρὸς ἑαυτὸ ὑπεναντίον, εἰ δὲ ἄλλων μὲν ἀπέχεσθαι παραγγέλλουσι τῶν ἀνιέρων, ἄλλων δὲ ἅπτεσθαι ὅσα καθιεροῦνται, οὐδεμίαν τοῦτο ἔχει ἐναντίωσιν· ἔτι τοίνυν τῶν μὲν ἀνθρωπείων σωμάτων, ἐπειδὰν ἀπολίπῃ αὐτὰ ἡ ψυχή, οὐκ ἔξεστι θιγγάνειν. τῆς γὰρ θείας ζωῆς ἴχνος τι ἢ εἴδωλον ἢ ἔμφασις ἐναποσβέννυται ἐν τῷ σώματι κατὰ τὸν θάνατον, τῶν δὲ ἄλλων ζώων οὐκέτι ἀνόσιον ἅπτεσθαι τεθνηκότων, ἐπειδὴ οὐδὲ κεκοινωνήκασι τῆς θειοτέρας
ζωῆς. ἔστι τοίνυν πρὸς ἄλλους μὲν τὸ ἀναφὲς οἰκεῖον, οἷον τοὺς ὕλης καθαροὺς θεούς, πρὸς ἄλλους δὲ τὸ κλητικὸν διὰ τῶν ζώων ἀποδέδοται τοὺς ἐπιβεβηκότας τῶν ζώων καὶ προσεχῶς αὐτοῖς συνηρτημένους· οὐδὲ κατὰ τοῦτο οὖν συμβαίνει τις ἐναντίωσις.Καὶ ἄλλως δ’ ἄν τις τοῦτο διαλύσειεν· ἀνθρώποις μὲν γὰρ ἐν ὕλῃ κατεχομένοις τὰ ἐστερημένα τῆς ζωῆς σώματα φέρει τινὰ κηλῖδα· διότι τῷ ζῶντι τὸ μὴ ζῶν, ὥσπερ τῷ καθαρῷ τὸ ῥυπαρὸν καὶ τῷ ἐν ἕξει τὸ ἐν στερήσει, μολυσμόν τινα ἐντίθησιν, καὶ διότι τῷ μὲν δύναμιν ἔχοντι τοῦ ἀποθνήσκειν ἐμποιεῖ τινὰ μολυσμὸν διὰ τὴν φυσικὴν τὸ χεῖρον πρὸς αὐτὸ ἐπιτηδειότητα. δαίμονι δὲ τὸ σῶμα ἀσωμάτῳ ὄντι παντελῶς καὶ μὴ παραδεχομένῳ φθορὰν μηδαμόθεν, οὐδένα ἐμποιεῖ μολυσμόν. ἀλλ’ ὑπερέχειν ἀνάγκη τοῦ διεφθαρμένου σώματος καὶ μηδεμίαν ἀπ’ αὐτοῦ παραδέχεσθαί τινα εἰς ἑαυτὸν φθορᾶς ἔμφασιν.
Πρὸς μὲν οὖν τὴν ἐναντίωσιν τῆς ἀπορίας τοσαῦτα λέγω·
αὐτὸ δὲ καθ’ ἑαυτὸ τὸ διὰ τῶν ἱερῶν ζώων, ὥσπερ τῶν ἱεράκων, ὅπως ἐπιτελεῖται μαντικὸν διερμηνεύοντες, θεοὺς μὲν οὐδέποτέ φαμεν παραγίγνεσθαι τῇ χρήσει τῶν κηδευθέντων οὕτω σωμάτων. οὔτε γὰρ μεριστῶς οὔτε προσεχῶς οὔτε ἐνύλως οὔτε μετά τινος σχέσεως προΐστανται τῶν καθ’ ἕκαστα ζώων· δαίμόσι δὲ καὶ τούτοις σφόδρα διῃρημένοις καὶ διαλαχοῦσιν ἄλλοις ἄλλα ζῶα, προσεχῶς τε ἐπιβεβηκόσι τῇ τοιαύτῃ προστασίᾳ, καὶ οὐ παντελῶς αὐτάρκη καὶ ἄυλον τὴν οἰκείαν ἀρχὴν διακληρωσαμένοις ἡ τοιαύτη διδόσθω τῶν μαντικῶν ὀργάνων ἐπαφή· ἢ εἰ οὕτω τις βούλοιτο τίθεσθαι, ἔδρα αὐτοῖς ἀπονενεμήσθω τοιαύτη, δι’ ἧς ἀνθρώποις ὁμιλεῖν καὶ χρῆσθαι πεφύκασι· σωμάτων μὲν οὖν καὶ ταύτην εἶναι καθαρὰν δεῖ νομίζειν· οὐδεμία γὰρ γίνεται κοινωνία τῷ καθαρῷ πρὸς τὸ ἐναντίον, διὰ δὲ τῆς ψυχῆς τῶν ζώων συνάπτεσθαι αὐτὴν ἀνθρώποις ἔχει τινὰ λόγον. αὐτὴ γὰρ ἔχει τινὰ οἰκειότητα πρὸς ἀνθρώπους μὲν διὰ τὸ ὁμογενὲς
τῆς ζωῆς, πρὸς δαίμονας δέ, διότι σωμάτων ἀπολυθεῖσα χωριστή πως ὑπάρχει· μέση δὲ οὖσα ἀμφοτέρων ὑπηρετεῖ μὲν τῷ ἐφεστηκότι, ἐξαγγέλλει δὲ τοῖς ἔτι κατεχομένοις ἐν σώματι ἅπερ ὁ ἐπιβεβηκὼς προστάττει, κοινὸν δὲ σύνδεσμον ἀμφοτέροις τούτοις πρὸς ἀλλήλους δίδωσι.Δεῖ δὲ ἡγεῖσθαι, ὡς καὶ ἡ χρωμένη ψυχὴ τοῖς τοιούτοις μαντείοις οὐκ ἐπήκοος μόνον γίνεται τῆς μαντείας, ἀλλὰ καὶ συμβάλλεταί τινα μοῖραν ἀφ’ ἑαυτῆς οὐκ ὀλίγην εἰς τὴν ἀπεργασίαν αὐτῆς τὴν ἐπὶ τῶν ἔργων· καὶ γὰρ συντρέπεται καὶ συνεργεῖ καὶ συμπρογιγνώσκει διά τινος συμπαθοῦς ἀνάγκης· ἐστὶ μὲν οὖν ὁ τρόπος τῆς μαντείας οὗτος τοιοῦτος πάντη διεστηκὼς τοῦ θείου καὶ ἀληθινοῦ τρόπου, περὶ σμικρῶν τε καὶ ἐφημέρων πραγμάτων δυνάμενος προλέγειν, περὶ τῶν ἐν τῇ διῃρημένῃ φύσει κειμένων, ὅσα ἤδη περὶ τὴν γένεσιν ἐμφέρεται, κινήσεις τε ἀφ’ ἑαυτῶν παρέχει τοῖς δυναμένοις αὐτὰς παραδέχεσθαι, καὶ πάθη πολυειδῶς ἐμποιεῖ τοῖς πεφυκόσιν ἐπιτηδείως εἰς τὸ συμπάσχειν· διὰ πάθους δὲ οὐκ ἂν παραγένοιτό ποτε ἡ τελεία πρόγνωσις· αὐτὸ γὰρ μάλιστα
τὸ ἄτρεπτόν τε καὶ ἄυλον καὶ πάντη καθαρὸν τῷ μέλλοντι ἐπιβάλλειν εἴωθε, τὸ δὲ συμμιγνύμενον πρὸς τὸ ἀλόγιστον καὶ σκοτεινὸν τοῦ σωματοειδοῦς καὶ ὑλικοῦ πληροῦται πολλῆς ἀγνωσίας· ὅθεν οὐδέποτε τὴν τοιαύτην τεχνικὴν κατασκευὴν εἰς τὸ μαντεύεσθαι ἀποδέχεσθαι ἄξιον. οὐδὲ χρῆσθαι αὐτῇ ἐπὶ μεγάλης σπουδῆς δεῖ, οὐδὲ ἄλλῳ χρωμένῳ πιστευτέον ὡς ἔχοντι παρ’ ἑαυτῷ σαφὲς καὶ γνώριμόν τι τεκμήριον τῆς ἀληθείας. τοσαῦτα δὴ καὶ περὶ τῆς τοιαύτης μαντείας ἡμῖν εἰρήσθω.Φέρε δὴ οὖν καὶ περὶ ἄλλου γένους ἀποριῶν ἀποκεκρυμμένην ἔχοντος τὴν αἰτίαν ποιησώμεθα λόγον· ὅπερ ἔχει μέν, ὡς καὶ σὺ αὐτὸς λέγεις βιαστικὰς ἀπειλάς, μερίζεται δὲ περὶ τὸ πλῆθος τῶν ἀπειλῶν πολυμερῶς· ἢ γὰρ τὸν οὐρανὸν προσαράξειν ἢ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖν, ἢ τὸ ἐν ἀβύσσῳ ἀπόρρητον δείξειν ἢ στήσειν
τὴν βάριν, ἢ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσειν τῷ Τυφῶνι ἢ ἄλλο τι τοιοῦτον ἀπειλεῖ ποιήσειν. τοῦτο δὴ πᾶν τὸ εἶδος τῶν λόγων οὐχ, ὡς σὺ νομίζεις, πρὸς ἥλιον ἢ σελήνην ἤ τινα τῶν κατ’ οὐρανὸν ἐπανατείνονται οἱ ἄνθρωποι (ἔτι γὰρ ἂν συνέβη δεινότερα ἄτοπα ὧν σὺ σχετλιάζεις), ἀλλ’ ὅπερ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ἐπί τι γένος δυνάμεων ἐν τῷ κόσμῳ μεριστῶν ἄκριτον ἀλόγιστον, ὃ δέχεται μέν ἀπ’ ἄλλου λόγον καὶ κατακούει, οἰκείᾳ δὲ συνέσει οὔτε χρῆται οὔτε τὸ ἀληθὲς καὶ ψεῦδος ἢ δυνατὸν ἢ ἀδύνατον διακρίνει. τὸ δὲ τοιοῦτο ἀθρόως ἐπανατεινομένων τῶν ἀπειλῶν συγκινεῖται καὶ ἐκπλήττεται, ὡς ἂν οἶμαι πεφυκὸς αὐτό τε ἄγεσθαι ταῖς ἐμφάσεσι, καὶ τὰ ἄλλα ψυχαγωγεῖν διὰ τῆς ἐμπλήκτου καὶ ἀσταθμήτου φαντασίας.Ἔχει δὲ ταῦτα καὶ ἄλλον τοιοῦτον λόγον. ὁ θεουργὸς διὰ τὴν δύναμιν τῶν ἀπορρήτων οὐκέτι ὡς ἄνθρωπος οὐδ’ ὡς ἀνθρωπίνῃ ψυχῇ χρώμενος ἐπιτάττει τοῖς κοσμικοῖς, ἀλλ’ ὡς ἐν τῇ τῶν θεῶν τάξει προϋπάρχων
μείζοσι τῆς καθ’ ἑαυτὸν οὐσίας ἐπανατάσεσι χρῆται, οὐχ ὡς ποιήσων πάντα ἅπερ διισχυρίζεται, ἀλλ’ ἐν τῇ τοιαύτῃ τῶν λόγων χρήσει διδάσκων ὅσην καὶ ἡλίκην καὶ τίνα ἔχει τὴν δύναμιν διὰ τὴν πρὸς θεοὺς ἕνωσιν, ἦν παρέσχεν αὐτῷ τῶν ἀπορρήτων συμβόλων ἡ γνῶσις. δύναται δέ τις. καὶ τοῦτο εἰπεῖν, ὡς τοσαύτην ἔχουσιν οἱ κατὰ μέρη διῃρημένοι δαίμονες, οἱ φυλάττοντες τὰ μέρη τοῦ παντός, ἐπιμέλειαν ἧς εἰλήχασιν ἕκαστοι μερίδος καὶ κηδεμονίαν, ὡς μηδὲ λόγον ἐναντίον ἀνέχεσθαι, τὴν δὲ ἀίδιον διαμονὴν τῶν ἐν τῷ κόσμῳ διαφυλάττειν ἀμετάτρεπτον. ταύτην τοίνυν ἀμετάπτωτον παρειλήφασι, διότι τῶν θεῶν ἡ τάξις ἀκίνητος κατὰ τὰ αὐτὰ διαμένει· ἐν ᾧ τοίνυν ἔχουσι τὸ εἶναι οἵ τε ἀέριοι καὶ οἱ περὶ γῆν δαίμονες, τοῦτο οὐδὲ ἄχρις ἀκοῆς ἀνέχονται ἀπειλούμένον.Ἡ καὶ οὕτως ἄν τις ἀποδοίη τὸν ἀπολογισμόν· τῶν ἀπορρήτων μυστηρίων οἱ δαίμονες ἐπιτροπεύουσι τὴν φυλακήν, οὕτω δή τοι διαφερόντως, ὡς ἐνταῦθα πρώτως
συνεχομένης τῆς ἐν τῷ παντὶ διακοσμήσεως. διὰ τοῦτο γὰρ μένει μὲν ἐν τάξει τὰ τοῦ παντὸς μόρια, διότι ἡ ἀγαθοποιὸς τοῦ Ὀσίριδος δύναμις ἁγνὴ καὶ ἄχραντος μένει, καὶ οὐ συμμίγνυται πρὸς τὴν ἐναντίαν πλημμέλειαν καὶ ταραχήν, μένει δὲ καὶ ἡ τῶν ὅλων ζωὴ καθαρὰ καὶ ἀδιάφθορος, ἐπειδὴ τὰ ἀπόκρυφα ζωογόνα τῶν λόγων κάλλη τῆς Ἴσιδος οὐ κάτεισιν εἰς τὸ φαινόμενον καὶ ὁρώμενον σῶμα. ἀκίνητα δὲ διατελεῖ πάντα καὶ ἀειγενῆ, διότι οὐδέποτε ἵσταται ὁ τοῦ ἡλίου δρόμος· τέλεια δὲ καὶ ὁλόκληρα διαμένει πάντα, ἐπειδὴ τὰ ἐν Ἀβύδῳ ἀπόρρητα οὐδέποτε ἀποκαλύπτεται· οἷς οὖν ἔχει τὴν σωτηρίαν τὰ ὅλα (λέγω δὲ ἐν τῷ τὰ ἀπόρρητα κεκρυμμένα ἀεὶ διατηρεῖσθαι καὶ ἐν τῷ τὴν ἄφθεγκτον τῶν θεῶν οὐσίαν μηδέποτε τῆς ἐναντίας μεταλαμβάνειν μοίρας), τοῦτο οὐδ’ ἄχρι φωνῆς ἀνεκτόν ἐστι τοῖς περιγείοις δαίμοσιν ἐπακούειν ὡς ἄλλως ἔχον ἢ βέβηλον γιγνόμενον, καὶ διὰ τοῦτο ἔχει δύναμίν τινα πρὸς αὐτοὺς ὁ τοιοῦτος τρόπος τῶν λόγων· θεοῖς δὲ οὐδεὶς ἀπειλεῖ, οὐδ’ ἐστί τις τοιοῦτος τρόπος εὐχῆς πρὸς αὐτοὺς γιγνόμενος. διόπερ παρὰ Χαλδαίοις, παρ’ οἷς διακέκριται καθαρὸς ὁ πρὸς μόνους τοὺς θεοὺς λόγος, οὐδαμοῦ ἀπειλὴ λέγεται· Αἰγύπτιοι δὲ συμμιγνύοντες ἅμα μετὰ τῶν θείων συνθημάτων καὶ τοὺς δαιμονίους λόγους, χρῶνται ἔστιν ὅτε καὶ ταῖς ἀπειλαῖς. ἔχεις δὴ καὶ τὴν περὶ τούτων ἀπόκρισιν συντόμως μέν, μετρίως δ’ ἐγᾦμαι ἀποκεκαθαρμένην.Τῆς δ’ αὐτῆς θεοσόφου Μούσης κἀκεῖνα δεῖται εἰς τὴν διάλυσιν τὰ ἀπορήματα· πρότερον δή σοι βούλομαι τῶν Αἰγυπτίων τὸν τρόπον τῆς θεολογίας διερμηνεῦσαι· οὗτοι γὰρ τὴν φύσιν τοῦ παντὸς καὶ τὴν δημιουργίαν
τῶν θεῶν μιμούμενοι καὶ αὐτοὶ τῶν μυστικῶν καὶ ἀποκεκρυμμένων καὶ ἀφανῶν νοήσεων εἰκόνας τινὰς διὰ συμβόλων ἐκφαίνουσιν, ὥσπερ καὶ ἡ φύσις τοῖς ἐμφανέσιν εἴδεσι τοὺς ἀφανεῖς λόγους διὰ συμβόλων τρόπον τινὰ ἀπετυπώσατο, ἡ δὲ τῶν θεῶν δημιουργία τὴν ἀλήθειαν τῶν εἰδῶν διὰ τῶν φανερῶν εἰκόνων ὑπεγράψατο. εἰδότες οὖν χαίροντα πάντα τὰ κρείττονα ὁμοιώσει τῶν ὑποδεεστέρων καὶ βουλόμενοι αὐτὰ ἀγαθῶν οὕτω πληροῦν διὰ τῆς κατὰ τὸ δυνατὸν μιμήσεως, εἰκότως καὶ αὐτοὶ τὸν πρόσφορον αὐτοῖς τρόπον τῆς κεκρυμμένης ἐν τοῖς συμβόλοις μυσταγωγίας προφέρουσιν.Ἄκουε δὴ οὖν καὶ σὺ κατὰ τὸν τῶν Αἰγυπτίων νοῦν τὴν τῶν συμβόλων νοερὰν διερμήνευσιν, ἀφεὶς μὲν τὸ ἀπὸ τῆς φαντασίας καὶ τῆς ἀκοῆς εἴδωλον αὐτῶν τῶν συμβόλων, ἐπὶ δὲ τὴν νοερὰν ἀλήθειαν ἑαυτὸν ἐπαναγαγών. ἰλὺν μὲν τοίνυν νόει τὸ σωματοειδὲς πᾶν καὶ ὑλικὸν ἢ τὸ θρεπτικὸν καὶ γόνιμον ἢ ὅσον ἐστὶν ἔνυλον
εἶδος τῆς φύσεως μετὰ τῶν ἀστάτων τῆς ὕλης ῥευμάτων συμφερόμενον, ἢ ὅσον τὸν ποταμὸν τῆς γενέσεως χωρεῖ, καὶ αὐτὸ μετ’ ἐκείνου συνιζάνον, ἢ τῶν στοιχείων καὶ τῶν περὶ τοῖς στοιχείοις δυνάμεων πασῶν ἀρχηγὸν αἴτιον ἐν πυθμένος λόγῳ προϋποκείμενον. τοιούτου δὲ ὄντος αὐτοῦ, ὁ τῆς γενέσεως καὶ φύσεως ὅλης καὶ τῶν ἐν τοῖς στοιχείοις δυνάμεων πασῶν αἴτιος θεός, ἅτε δὴ ὑπερέχων τούτων ἄυλος καὶ ἀσώματος καὶ ὑπερφυὴς ἀγέννητὸς τε καὶ ἀμέριστος ὅλος ἐξ ἑαυτοῦ, καὶ ἐν ἑαυτῷ ἀφανὴς προηγεῖται πάντων τούτων, καὶ ἐν ἑαυτῷ τὰ ὅλα περιέχει. καὶ διότι μὲν συνείληφε πάντα καὶ μεταδίδωσιν ἑαυτοῦ τοῖς κοσμικοῖς ὅλοις, ἐξ αὐτῶν ἀνεφάνη· διότι δ’ ὑπερέχει τῶν ὅλων καὶ καθ’ ἑαυτὸν ὑπερήπλωται, ἀναφαίνεται ὡς χωριστὸς ἐξῃρημένος μετέωρος καὶ καθ’ ἑαυτὸν ὑπερηπλωμένος τῶν ἐν τῷ κόσμῳ δυνάμεών τε καὶ στοιχείων.Συμμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ ἑξῆς σύμβολον. τὸ γὰρ ἐπὶ λωτῷ καθέζεσθαι ὑπεροχήν τε ὑπὲρ τὴν ἰλὺν
αἰνίττεται μὴ ψαύουσαν μηδαμῶς τῆς ἰλύος, καὶ ἡγεμονίαν νοερὰν καὶ ἐμπύριον ἐπιδείκνυται· κυκλοτερῆ γὰρ πάντα ὁρᾶται τὰ τοῦ λωτοῦ, καὶ τὰ ἐν τοῖς φύλλοις εἴδη καὶ τὰ ἐν τοῖς καρποῖς φαινόμενα, ᾗπερ δὴ μόνῃ κινήσει τῇ κατὰ κύκλον νοῦ ἐνέργειά ἐστι συγγενής, τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως καὶ ἐν μιᾷ τάξει καὶ καθ’ ἕνα λόγον ἐμφαίνουσα. αὐτὸς δὲ δὴ ὁ θεὸς ἵδρυται καθ’ ἑαυτὸν καὶ ὑπὲρ τὴν τοιαύτην ἡγεμονίαν καὶ ἐνέργειαν, σεμνὸς καὶ ἅγιος ὑπερηπλωμένος καὶ μένων ἐν ἑαυτῷ, ὅπερ δὴ τὸ καθέζεσθαι βούλεται σημαίνειν. ὁ δ’ ἐπὶ πλοίου ναυτιλλόμενος τὴν διακυβερνῶσαν τὸν κόσμον ἐπικράτειαν παρίστησιν. ὥσπερ οὖν ὁ κυβερνήτης χωριστὸς ὢν τῆς νεὼς τῶν πηδαλίων αὐτῆς ἐπιβέβηκεν, οὕτω χωριστῶς ὁ ἥλιος τῶν οἰάκων τοῦ κόσμου παντὸς ἐπιβέβηκεν. καὶ καθάπερ ἄνωθεν ἐκ πρύμνης ἀπευθύνει πάντα ὁ κυβερνήτης, ἐνδιδοὺς βραχεῖαν ἐξ ἑαυτοῦ τὴν πρώτην ἀρχὴν τῆς φορᾶς, οὕτω πολὺ πρότερον ὁ θεὸς ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχῶν τῆς φύσεως τὰς πρωτουργοὺς αἰτίας τῶν κινήσεων ἀμερίστως ἐνδίδωσι· ταῦτα δὴ οὖν καὶ ἔτι πλείονα τούτων ἐνδείκνυται τὸ ναυτίλλεσθαι αὐτὸν ἐπὶ πλοίου.