De Mysteriis
Iamblichus
Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.
Ἔχει μὲν οὖν τό γε ἀληθὲς οὕτως· οὐ μὴν ἀλλὰ δεῖ προσθεῖναι καὶ τὰ αἴτια τῆς ἐνίοτε τῶν κακῶν γενέσεως, πόσα τέ ἐστι καὶ ὁποῖα· καὶ γὰρ οὐδὲ ἁπλοῦν αὐτῶν ὑπάρχει τὸ εἶδος· ποικίλον δ’ αἴτιον ποικίλων κακῶν προηγεῖται τῆς γενέσεως. εἰ γὰρ ἀληθῶς ἄρτι ἐλέγομεν περὶ τῶν εἰδώλων καὶ τῶν κακῶν δαιμόνων τῶν ὑποκρινομένων τὴν τῶν θεῶν καὶ τῶν ἀγαθῶν δαιμόνων παρουσίαν, πολὺ δήπου τι καταφαίνεται ἐντεῦθεν ἐπιρρέον τὸ κακοποιὸν φῦλον, περὶ ὃ συμβαίνειν φιλεῖ ἡ τοιάδε ἐναντίωσις. δίκαιον μὲν γὰρ ἀξιοῖ εἶναι τὸν θεραπεύοντα, διότι ὑποκρίνεται εἶναι οἷον τὸ θεῖον γένος· ὑπηρετεῖ δὲ πρὸς τὰ ἄδικα, διότι πέφυκεν εἶναι πονηρόν· ἔστω δὴ οὖν ὁ αὐτὸς λόγος περὶ ψεύδους καὶ ἀληθοῦς καὶ ἀγαθοῦ καὶ κακοῦ. καθάπερ δὴ οὖν ἐν ταῖς μαντείαις μόνως τὸ ἀληθεύειν τοῖς θεοῖς ἀπονείμαντες, κατιδόντες τὸ ψεῦδος λεγόμενον ἐν αὐταῖς, εἰς ἕτερον γένος αἰτίας τοῦτο
ἀνηγμένον, τὸ τῶν δαιμόνων, οὕτω καὶ ἐπὶ τῶν δικαίων καὶ ἀδίκων θεοῖς μὲν καὶ ἀγαθοῖς δαίμοσιν ἀποδιδόναι δεῖ μόνως τὸ καλὸν καὶ δίκαιον, τὰ δὲ ἄδικα καὶ αἰσχρὰ ἀπεργάζονται οἱ φύσει πονηροὶ δαίμονες. καὶ τὸ μὲν ὁμολογούμενον πάντῃ καὶ σύμφωνον πρὸς ἑαυτὸ καὶ ἀεὶ ἑαυτῷ ὡσαύτως ἔχον προσήκει τοῖς κρείττοσι, τὸ δ’ ἐναντίον καὶ ἀσύμφωνον καὶ μηδέποτε τὸ αὐτὸ τῆς δαιμονίας διαστάσεώς ἐστιν ἰδιώτατον, περὶ ἣν εἰ γίνεται τὰ μαχόμενα οὐδέν ἐστι θαυμαστόν· ἀλλὰ τοὐναντίον ἴσως ἂν ἦν θαυμαστότερον, εἰ μὴ οὕτως εἶχεν.Ἀπ’ ἄλλης τοίνυν αὖθις ὁρμώμενοι ὑποθέσεως τὰ σωματικὰ μέρη τοῦ παντὸς οὔτε ἀργὰ οὔτε δυνάμεως ἄμοιρα εἶναι τιθέμεθα, ἀλλ’ ὅσῳ τελειότητι καὶ κάλλει καὶ μεγέθει προέχει τῶν ἡμετέρων, τοσούτῳ καὶ δύναμιν αὐτοῖς παρεῖναι μείζονα ἀποφαινόμεθα. αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ ἕτερα δύναται καὶ ποιεῖ διαφερούσας τινὰς ἐνεργείας· δύναται δὲ καὶ πρὸς ἄλληλα πολὺ δήπου πλείονα ἀπεργάζεσθαι. καὶ δῆτα καὶ εἰς τὰ μέρη καθήκει
τις ἀπὸ τῶν ὅλων ἡ μὲν συμπαθὴς καθ’ ὁμοιότητα τῶν δυνάμεων ἡ δὲ κατ’ ἐπιτηδειότητα τοῦ ποιοῦντος πρὸς τὸ πάσχον πολυειδὴς ποίησις. οὐκοῦν σωματικαῖς ἀνάγκαις συμβαίνει τινὰ περὶ τὰ μέρη κακὰ καὶ ὀλέθρια, ὡς μὲν πρὸς τὰ ὅλα καὶ τὴν ἁρμονίαν τοῦ παντὸς ὄντα σωτήρια καὶ ἀγαθά, τοῖς δὲ μέρεσιν ἀναγκαίαν τινὰ φθορὰν ἐπάγοντα, ἢ τῷ μὴ δύνασθαι φέρειν τὰς τῶν ὅλων ἐνεργείας, ἢ ἄλλῃ τινὶ συμμίξει καὶ κράσει τῆς ἀφ’ ἑαυτῶν ἀσθενείας, ἢ τὸ τρίτον ἀσυμμετρίᾳ τῶν μερῶν πρὸς ἄλληλα. Μετὰ δὲ τὸ σῶμα τοῦ παντὸς ἀπὸ τῆς φύσεως αὐτοῦ πολλὰ γίνεται· καὶ γὰρ ἡ συμφωνία τῶν ὁμοίων καὶ ἡ ἐναντίωσις τῶν ἀνομοίων ἀπεργάζεται οὐκ ὀλίγα. ἔτι δὲ ἡ τῶν πολλῶν σύνοδος εἰς ἓν τὸ τοῦ παντὸς ζῶον καὶ αἱ δυνάμεις δὲ αἱ ἐν τῷ κόσμῳ ὅσαι ποτέ εἰσι καὶ ὁποῖαι, ἄλλο μὲν ὡς ἀπλῶς εἰπεῖν ἐπὶ τῶν ὅλων, ἕτερον δ’ ἐπὶ τῶν μερῶν ἐπιτελοῦσι διὰ τὴν τῶν μερῶν διῃρημένην ἀσθένειαν· οἷον ἡ φιλία τοῦ παντὸς καὶ ὁ ἔρως καὶ τὸ νεῖκος κατ’ ἐνέργειαν μὲν ὄντα ἐν τῷ παντί, παθήματα ἐν τοῖς μετέχουσι τῶν καθ’ ἕκαστα γίνεται· ἐν εἴδεσι δὲ προεστηκότα καὶ λόγοις καθαροῖς ἐν τῇ τῶν ὅλων φύσει μεταλαμβάνει τινὸς’ ὑλικῆς ἐνδείας καὶ ἀμορφίας ἐπὶ τῶν κατὰ μέρος. συνηνωμένα δὲ πρὸς ἄλληλα ἐπὶ τῶν ὅλων, ἐπὶ τῶν μερῶν διαστασιάζει. καὶ οὕτως ἐπὶ πάντων ἐξίσταται τῶν καλῶν καὶ τελείων καὶ ὅλων τὰ μεθ’ ὕλης αὐτῶν μεταλαγχάνοντα μεριστά. ἔνια δὲ καὶ φθείρεται τῶν μερῶν ὑπὲρ τοῦ τὰ ὅλα τὰ κατὰ φύσιν συνεστηκότα διασώζεσθαι· καὶ θλίβεται δὲ καὶ βαρεῖται ἐνίοτε τὰ μέρη, καίτοι τῶν ὅλων ὡς φυομένων ἀπ’ αὐτῆς τῆς τοιαύτης ὀχλήσεως ἀπαθῶν διαμενόντων.Συλλογισώμεθα δὴ οὖν τὰ ἀπὸ τούτων συμβαίνοντα· εἰ γὰρ φυσικαῖς δυνάμεσιν ἢ σωματικαῖς τοῦ παντὸς χρῶνταί τινες τῶν καλούντων, ἡ μὲν δόσις γίνεται τῆς ἐνεργείας ἀπροαίρετος καὶ ἄνευ κακίας· ὁ μέντοι χρώμενος αὐτῇ μεταστρέφει τὴν δόσιν ἐπὶ τἀναντία καὶ τὰ φαῦλα. καὶ ἡ μὲν συμπαθῶς δι’ ὁμοιότητα τοῖς πάθεσιν ὑπεναντίως συγκινεῖται. ὁ δὲ ἤδη κατὰ προαίρεσιν ἕλκει παρὰ
τὸ δίκαιον ἐπὶ τὰ φαῦλα τὸ διδόμενον· καὶ ἡ μὲν κατὰ μίαν ἁρμονίαν τοῦ κόσμου τὰ πορρωτάτω ποιεῖ συνεργεῖν· εἰ δέ τις τοῦτο καταμαθὼν ἕλκειν ἐπιχειροίη μὴ καλῶς μοίρας τινὰς τοῦ παντὸς εἰς ἕτερα μέρη, οὐ τά γε ἐκείνου αἴτια, ἀλλ’ ἡ τῶν ἀνθρώπων τόλμα καὶ παράβασις τῆς ἐν τῷ κόσμῳ τάξεως παρατρέπει τὰ καλὰ καὶ νόμιμα. ὁπότε δὴ οὖν οὔτε οἱ θεοὶ δρῶσι τὰ δοξαζόμενα εἶναι πονηρά, ἀλλ’ αἱ καθήκουσαι ἀπ’ αὐτῶν φύσεις τε καὶ τὰ σώματα· οὔτε αὐτὰ ταῦτα οὕτως ὡς νομίζεται ἐνδίδωσι πλημμέλειάν τινα ἀφ’ αὑτῶν, ἐπὶ σωτηρίᾳ δὴ τῶν ὅλων καταπέμπει τοῖς περὶ γῆν τὰς οἰκείας ἀπορροίας, οἵ τε παραδεχόμενοι αὐτὰς συμμίξει τῇ οἰκείᾳ καὶ παρατροπῇ μεταπλάττουσιν, ἑτέρως τε διδομένας ἐπ’ ἄλλα μετάγουσι. καὶ κομιδῇ ἐξ ἁπάντων τούτων ἀναίτιον ἀποδέδεικται εἶναι τῶν κακῶν καὶ ἀδίκων τὸ θεῖον.Ἐρωτᾷς δὴ καὶ ἅμα ἀπορεῖς μετὰ τοῦτο, ὡς μὴ καθαρῷ μὲν ὄντι ἐξ ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσι. τὰ δὲ ἔχει μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων σαφῆ τὴν λύσιν. εἰ τῶν μὲν νόμων ἐκτός, κατ’ ἄλλην δὲ κρείττονα τῶν νόμων αἰτίαν καὶ τάξιν ταῦτα γίνεται, ἢ εἰ καθ’ ἁρμονίαν μὲν καὶ φιλίαν ἐν τῷ κόσμῳ, κατὰ δέ τινα ἀσυμπαθῆ κρᾶσιν ἐπὶ τῶν μερῶν τὰ ταιαῦτα συμβαίνει, ἢ εἰ καλῶς διδομένων μεταστρέφεται ἡ δόσις τῶν καλῶν ὑπὸ τῶν λαμβανόντων ἐπὶ τἀναντία.
Οὐ μὴν ἀλλὰ δεῖ κατ’ ἰδίαν ἐπισκέψασθαι περὶ αὐτῶν τούτων, ὅπως τε γίνονται καὶ ὅντινα ἔχει λόγον. δεῖ δὴ νοεῖν ὡς ἓν ζῶόν ἐστι τὸ πᾶν. τὰ δ’ ἐν αὐτῷ μέρη διέστηκε μὲν τοῖς τόποις, τῇ δὲ μιᾷ φύσει σπεύδει πρὸς ἄλληλα. τὸ δὲ συναγωγὸν ὅλον καὶ τὸ τῆς συγκράσεως αἴτιον ἕλκει μὲν καὶ αὐτοφυῶς τὰ μέρη πρὸς τὴν ἀλλή
λων σύμμιξιν. δύναται δὲ καὶ ἀπὸ τέχνης ἐγείρεσθαί τε καὶ ἐπιτείνεσθαι μᾶλλον τοῦ δέοντος· αὐτὸ μὲν οὖν καθ’· ἑαυτὸ καὶ τὸ διατεῖνον ἀπ’ αὐτοῦ περὶ ὅλον τὸν κόσμον ἀγαθόν τέ ἐστι, καὶ πληρώσεως αἴτιον, κοινωνίας τε καὶ συνόδου καὶ συμμετρίας συναρμοστικόν, ἔρωτός τε ἀδιάλυτον ἀρχὴν ἐντίθησι τῇ ἑνώσει, διακρατοῦσαν τά τε ὄντα καὶ τὰ γιγνόμενα. ἐν δὲ τοῖς μέρεσι διὰ τὴν ἀπ’ ἀλλήλων καὶ τῶν ὅλων ἀπόστασιν, καὶ διότι κατὰ τὴν ἰδίαν αὐτῶν φύσιν ἀτελῆ τέ ἐστι καὶ ἐνδεῆ καὶ ἀσθενῆ, μετὰ πάθους ποιεῖται τὴν ἀλληλουχίαν· ἀφ’ οὗ δὴ καὶ ἐπιθυμία καὶ ἔφεσις σύμφυτος αὐτῶν τοῖς πλείστοις ἔνεστι.Κατιδοῦσα δὴ οὖν αὐτὸ οὕτως ἐνσπειρόμενον τῇ φύσει καὶ περὶ αὐτὴν μεριζόμενον τέχνη, πολυειδῶς καὶ αὐτὴ μεριζομένη περὶ τὴν φύσιν ἕλκει ποικίλως αὐτὸ καὶ μετοχετεύει, καὶ τὸ μὲν ἐν ἑαυτῷ τεταγμένον εἰς ἀταξίαν μετάγει, τὸ δὲ κάλλος καὶ τὸ τῶν εἰδῶν σύμμετρον ἀσυμμετρίας καὶ ἀσχημοσύνης ἐμπίμπλησι, τὸ δ’ ἐν ἑκάστοις
ἑνώσεως συμφυόμενον σεμνὸν τέλος ἐπ’ ἄλλο ἀπρεπὲς μεταφέρει πλήρωμα τὸ κοινόν, κατὰ πάθος ἐκ διαφερομένων πως συμφερόμενον· ὕλην τε ἐνδίδωσιν ἀφ’ ἑαυτῆς, ἥτις πρόσφορός ἐστιν εἰς τὴν ὅλην τοῦ καλοῦ γένεσιν, ἢ μὴ δεχομένη παρὰ πᾶν τὸ καλὸν ἢ ἐπ’ ἄλλα αὐτὸ μεταβάλλουσα, δυνάμεις τε πολλὰς φυσικὰς διαφερούσας μίγνυσιν, ἀφ’ ὧν ὡς ἂν ἐθέλῃ οὕτω κατευθύνει τὰς πρὸς τὴν γένεσιν συμμίξεις· πανταχόθεν οὖν ἀποδείκνυμεν, ὡς ἐκ τέχνης τινὸς ἀνθρωπίνης ἡ τοιαύτη γίνεται κατασκευὴ τῆς τῶν ἀφροδισίων συμπλοκῆς, ἀλλ’ οὐκ ἀπό τινος δαιμονίας ἢ θείας ἀνάγκης.Ἐπίσκεψαι δὴ οὖν καὶ κατ’ ἄλλο αἰτίων γένος· πῶς λίθος ἢ βοτάνη πολλάκις φύσιν ἔχουσιν ἀφ’ ἑαυτῶν φθαρτικὴν ἢ πάλιν συναγωγὸν τῶν γινομένων· μὴ γὰρ οὐκ ἦν ἐπὶ τούτων μόνων ἀλλὰ καὶ ἐπὶ μειζόνων καὶ ἐν μείζοσι πράγμασι φύσεων ἡ φυσικὴ αὕτη ἐπικράτεια, ἣν οἱ μὴ δυνάμενοι συλλογίζεσθαι ταχ’ ἂν ἐπὶ τὰ κρείττονα
ἔργα τὰ τῶν φύσεων ἐνεργήματα μεταφέροιεν. ἤδη τοίνυν συνωμολόγηται, ἐν τῇ γενέσει καὶ περὶ τὰ ἀνθρώπεια πράγματα καὶ ὅσα ἐστὶν ἐν τοῖς περὶ γῆν τὸ τῶν πονηρῶν δαιμόνων φῦλον πλέον ἐπικρατεῖν δύνασθαι. τί οὖν ἔτι θαυμαστόν, εἰ καὶ τὰ τοιαῦτα ἔργα τὸ τοιοῦτον ἐπιτελεῖ; οὐδὲ γὰρ πᾶς ἀνὴρ διακρῖναι δυνηθείη, τίποτ’ ἐστὶ τὸ σπουδαῖον αὐτοῦ καὶ φαῦλον, ἢ τίσι γνωρίσμασι διακρίνεται ἑκάτερον· ὃ δὴ μὴ οἷοί τε ὄντες καθορᾷν ἀτόπως συλλογίζονται περὶ τούτων τὴν τῆς αἰτίας ζήτησιν, καὶ ἐπανάγουσιν αὐτὴν ἐπὶ τὰ κρείττονα γένη τῆς φύσεώς τε καὶ τῆς δαιμονίας τάξεως· εἰ δὲ καὶ τῆς ψυχῆς τῆς μερικῆς ἐπὶ τούτων συνεπιλαμβάνονταί τινες δυνάμεις εἰς ἀπεργασίαν, τῆς τε ἐν σώματι κατεχομένης, καὶ ὅση τὸ μὲν ὀστρεῶδες καὶ γήινον σῶμα ἀφῆκεν, ἐπὶ δὲ πνεύματος θολεροῦ καὶ διύγρου περιπλανᾶται κάτω περὶ τοὺς τῆς γενέσεως τόπους, καὶ αὐτὴ ἀληθὴς μὲν ἂν εἴη ἡ δόξα, πορρωτάτω δὲ τῆς τῶν κρειττόνων αἰτίας δι έστηκεν. οὐδαμῶς ἄρα τὸ θεῖον καὶ ὅσον ἐστὶν ἀγαθὸν δαιμόνιον ὑπηρετεῖ ταῖς παρανόμοις εἰς τὰ ἀφροδίσια τῶν ἀνθρώπων ἐπιθυμίαις, ἐπειδὴ πέφυκεν αὐτῶν ἄλλα αἴτια πολλὰ ὑπάρχοντα.Ὅ τοίνυν πάντων, ὡς ἔπος εἰπεῖν, ἀνθρώπων τῶν τε ἐν παιδείᾳ διατριβόντων καὶ τῶν ἀπειροτέρων τῆς ἐν λόγοις μελέτης κοινόν ἐστι ζήτημα, ἀπορεῖς κατὰ τὸ συνεχὲς τὸ περὶ θυσιῶν λέγω, τίνα ἔχουσι χρείαν ἢ δύναμιν ἐν τῷ παντὶ καὶ παρὰ τοῖς θεοῖς, τίνος δ’ ἕνεκα λόγου προσφόρως μὲν τοῖς τιμωμένοις, ὠφελίμως δὲ τοῖς τὰ δῶρα προσάγουσιν ἐπιτελοῦνται. πρόσεστι δὲ δὴ αὐτόθι καὶ ἄλλη τις ἐναντίωσις ἡ ἀπὸ τοῦ τοῦς ὑποφήτας ἀπέχεσθαι δεῖν ἐμψύχων, ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζώων ἀτμοῖς χραίνωνται· ἐναντίον γὰρ δὴ τοῦτο τῷ αὐτοὺς τοῖς ἀπὸ ζώων ἀτμοῖς μάλιστα δελεάζεσθαι.
Τὴν μὲν οὖν μάχην τῶν νυνὶ προκειμένων εὐπόρως ἄν τις διαλύσειε, τὴν τῶν ὅλων πρὸς τὰ μέρη παραδείξας ὑπεροχήν, καὶ τὴν τῶν θεῶν πρὸς τοὺς ἀνθρώπους ἐξῃρημένην ὑπερβολὴν ὑπομνήσας· οἷον ὃ λέγω τῇ μὲν ὅλῃ ψυχῇ προεστηκέναι τοῦ κοσμικοῦ παντὸς σώματος, καὶ τοῖς οὐρανίοις θεοῖς ἐπιβεβηκέναι τοῦ οὐρανίου σώματος οὔτε βλαβερόν ἐστιν εἰς παθῶν παραδοχὴν οὔτε ἐμπόδιον πρὸς τὰς νοήσεις, τῇδε ἐν μέρει ψυχῇ κοινωνεῖν σώματι πρὸς ἀμφότερα ταῦτά ἐστιν ἀλυσιτελές. εἰ δή τις κατιδὼν τοῦτο συμπλέκει τινὰ τοιαύτην ἀπορίαν, ὡς εἰ τῇ ψυχῇ τῇ ἡμετέρᾳ δεσμὸς τὸ σῶμα, καὶ τῇ τοῦ παντὸς ἔσται δεσμός, καὶ εἴπερ ἡ μεριστὴ ψυχὴ πρὸς τὸ σῶμα ἐπέστραπται, καὶ ἡ δύναμις τῶν θεῶν ὡσαύτως ἐπέστραπται πρὸς τὴν γένεσιν, πᾶς ἂν ἀπαντήσειε πρὸς τοῦτο λέγων, ὡς οὐκ οἶδεν ὅση τίς ἐστιν ἡ τῶν κρειττόνων πρὸς τοὺς ἀνθρώπους καὶ ἡ τῶν ὅλων ὑπεροχὴ πρὸς τὰ μέρη. ἐπ’ ἄλλων οὖν καὶ ἄλλων τὰ ἀντικείμενα προσαγόμενα οὐδεμίαν κινεῖ πως ἀμφισβήτησιν.
Καὶ ἐνταῦθα δὴ οὖν ὁ αὐτὸς ἐξαρκεῖ λόγος· ἡμῖν μὲν γὰρ βαρύτητα καὶ μιασμὸν ἐναπομόργνυται τῶν τῆς ψυχῆς κοινωνησάντων ποτὲ σωμάτων ἡ ἀπόλαυσις, ἡδυπάθειάν τε ἐντίκτει καὶ ἄλλα ἐμποιεῖ τῇ ψυχῇ πολλὰ νοσήματα· ἐπὶ δὲ τῶν θεῶν καὶ τῶν ἐγκοσμίων καὶ ὅλων αἰτίων ἡ ἀπὸ τούτων ἀναγομένη πως ἱεροπρεπῶς ἀναθυμίασις (ἅτε δὴ περιεχομένη καὶ οὐ περιέχουσα, συναπτομένη τε αὕτη πρὸς τὸ πᾶν, ἀλλ’ οὐχὶ συνάπτουσα πρὸς ἑαυτὴν τὰ ὅλα καὶ τὰ τῶν θεῶν), συναρμόζεται αὕτη τοῖς κρείττοσι καὶ τοῖς ὅλοις αἰτίοις, ἀλλ’ οὐχὶ κατέχει αὐτὰ καὶ συναρμόζει πρὸς ἑαυτήν.
Οὐδὲ γὰρ ὅπερ σε ἐξίστησιν ὡς μαχόμενον περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἔχει τινὰ δυσκολίαν, εἴ τις αὐτὸ ὀρθῶς ὑπολαμβάνοι· οὐ γὰρ δὴ ἵνα μὴ οἱ θεοὶ τοῖς ἀπὸ ζώων ἀτμοῖς χραίνωνται, διὰ τοῦτο οἱ θεραπεύοντες αὑτοὺς ἀπέχονται τῶν ἐμψύχων. τίς γὰρ ἂν καὶ ἀπὸ σωμάτων ἀναθυμίασις αὐτοῖς πελάσειεν, οἱ καὶ πρὶν ἐφά
ψασθαί τι τῶν ἐνύλων τῆς σφετέρας δυνάμεως τὴν ὕλην ἀναφῶς ἀποκόπτουσι; καὶ μὴ ὅτι ἡ δύναμις αὐτῶν ἀναιρεῖ πάντα καὶ ἀφανίζει τὰ σώματα ἄνευ τοῦ πρὸς αὐτὰ πελάζειν, ἀλλὰ καὶ τὸ σῶμα τὸ οὐράνιον ἄμικτόν ἐστι πρὸς πάντα τὰ ὑλικὰ στοιχεῖα, καὶ οὔτε ἂν αὐτὸ παραδέξαιτό τι εἰς ἑαυτὸ τῶν ἔξωθεν, οὔτε ἂν ἀφ’ ἑαυτοῦ τινὰ δοίη μοῖραν εἰς τὰ ἀλλότρια. πότε οὖν ἀτμός τις περίγειος, ὃς οὐδὲ ἄχρι σταδίων πέντε ἀπὸ γῆς ἐπαιρόμενος ἀπορρεῖ πάλιν εἰς τὴν γῆν, δύναται τῷ οὐρανῷ πελάζειν ἢ τρέφειν τὸ κυκλοφορητικὸν καὶ ἄυλον σῶμα ἢ ποιεῖν τι ἐν αὐτῷ ὅλως ἢ μίασμα ἢ ἄλλο ὁτιοῦν πάθος;Ὁμολογεῖται γὰρ δὴ τὸ αἰθέριον σῶμα πάσης ἐκτὸς εἶναι ἐναντιώσεως, τροπῆς τε πάσης ἀπηλλάχθαι, καὶ τὸ δύνασθαι εἰς ὁτιοῦν μεταβάλλειν πάντη καθαρεύειν, ῥοπῆς τε τῆς ἐπὶ τὸ μέσον καὶ ἀπὸ τοῦ μέσου παντελῶς ἀπολελύσθαι, διότι ἢ ἀρρεπές ἐστιν ἢ κατὰ κύκλον περί
φέρεται· οὐκ οὖν οὐδὲ ἀπὸ τῶν σωμάτων τῶν ἐκ διαφερουσῶν δυνάμεων καὶ κινήσεων συνεστηκότων, τρεπομένων τε παντοίως, ἢ ἄνω ἢ κάτω φερομένων, οὐκ ἔστιν ἥτις ἂν κοινωνία φύσεως ἢ δυνάμεως ἢ ἀναθυμιάσεως συμμιχθειή πρὸς τὰ ἐν οὐρανῷ σώματα, οὐδὲ ποιήσει τι οὖν εἰς αὐτά, ἅγε παντελῶς ἀπ’ αὐτῶν κεχώρισται. οὐ γὰρ ἐκεῖνα δύναμίν τινα ἔχει τοῦ παραδέχεσθαι εἰς ἑαυτὰ τὴν ἀπὸ τῶν γιγνομένων μεταβολὴν ὄντα ἀγέννητα. ἤπου ἄρα τὰ τῶν θεῶν χραίνεται ἀπὸ τῶν τοιούτων ἀτμῶν, ἃ καὶ τῆς ὕλης ὅλης καὶ τῶν ἐνύλων σωμάτων τοὺς ἀτμούς, ἵν’ οὕτως εἴπωμεν, ἐξαίφνης κατὰ μίαν βολὴν ἀποκόπτει;Τοῦτο μὲν οὖν οὐκ ἄξιον ὑπονοεῖν· πολὺ δὲ μᾶλλον ἐκεῖνο χρὴ διανοεῖσθαι, ὡς ἡμῖν καὶ τῇ ἡμετέρᾳ φύσει τὰ τοιαῦτά ἐστιν ἀλλότρια· ταῦτα μὲν γὰρ δὴ διῃρημένα εἰς τὰ μεριστὰ καὶ τὰ ἔνυλα πρὸς τὰ ἔνυλα καὶ ὅλως τὰ ὁμοφυῆ πρὸς τὰ ὁμοφυῆ δύναταί τινα κοινωνίαν ἔχειν πρὸς ἄλληλα τοῦ ποιεῖν ἢ πάσχειν, τὰ δ’ ἐπ’ ἄλλης
ὄντα οὐσίας καὶ ὅσα παντελῶς ὑπεραίρει, φύσεσί τε καὶ δυνάμεσιν ἑτέραις χρῆται, ταῦτα οὐχ οἷά τέ ἐστιν ἢ ποιεῖν εἰς ἄλληλα ἢ δέχεσθαί τινα παρ’ ἀλλήλων. καὶ ὁ μολυσμὸς οὖν ἀπὸ τῶν ἐνύλων συμπίπτει τοῖς ἀπὸ σώματος ὑλικοῦ κατεχομένοις, καὶ τὸ ἀπὸ τούτων ἀποκαθαίρεσθαι ἀναγκαῖον ἐκείνοις, ὅσα δύναται ἀπὸ τῆς ὕλης μιαίνεσθαι· ἃ δ’ οὔτε ὅλως ἔχει φύσιν διαιρετὴν οὔτε δύναμιν κέκτηται τοῦ εἰσδέχεσθαι εἰς ἑαυτὰ τὰ ἀπὸ τῆς ὕλης πάθη, τί ἂν ἀπὸ τῶν ἐνύλων μιανθείη; πῶς δ’ ἔνεστιν ἀπὸ τῶν ἐμῶν παθημάτων ἢ ἅλλου τοῦ τῶν ἀνθρώπων ἐπιθολοῦσθαι τὸ θεῖον, ὃ μηδὲν ἔχει κοινὸν πρὸς ἡμᾶς τῆς ἀνθρωπίνης ἀσθενείας κρεῖττον προϋπάρχον;Οὐδέτερον ἄρα διαφέρει τι τοῖς θεοῖς, οὔτε τὸ ἡμᾶς ἐμπίπλασθαι ὑλικῶν σωμάτων (οὐδὲ γάρ ἐστιν ὅλως τι πρὸς αὐτοὺς τοῦτο, οὐδὲ χραίνονται αὐτοὶ ἀπὸ τῆς ἡμετέρας κηλῖδος, ἄχραντοι γάρ εἰσι πάντη καὶ ἀκήρατοι) οὔτε εἴ τινες ὑλικοὶ σωμάτων ἀτμοὶ περὶ γῆν ἀναδίδονται.
πορρωτάτω γὰρ αὐτῶν καὶ οὗτοι τῆς οὐσίας καὶ δυνάμεως ἀφεστήκασιν.Ὅλη ἄρα καὶ τῆς ἐναντιώσεως συνανῄρηται ἡ ὑπόθεσις, εἰ μηδέτερον αὐτῆς ὑπάρχει μόριον περὶ τοὺς θεούς. ὃ γὰρ μηδὲ ὅλως ἐστί, πῶς ἂν ἔχῃ τινὰ ἐν ἑαυτῷ μάχην; μάτην ἄρα ὑποπτεύεις τὰ τοιαῦτα ὡς ἄτοπα, καὶ ἀναξίας τῶν θεῶν προσάγεις ἀπορίας, ἃς οὐδ’ ἐπ’ ἀνθρώπων τῶν ἀγαθῶν εὐλόγως ἄν τις πρόσοιτο. τὸ γὰρ δελεάζεσθαι ὑπὸ τῆς τῶν ἀτμῶν ἀναθυμιάσεως οὐδὲ ἄνθρωπός τις νοῦν ἔχων καὶ ἀπαθὴς εἰσδέξαιτ’ ἄν ποτε εἰς ἑαυτόν, μὴ ὅτι γε τῶν κρειττόνων τις· ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον τεύξεται λόγου, νυνὶ δὲ τῆς ἐναντιώσεως διὰ πολλῶν λύσεων ἀνῃρμένης, ἐνταῦθα καὶ περὶ τῆς πρώτης ἀπορίας τὸν λογισμὸν ἀποπαύωμεν.