De Mysteriis
Iamblichus
Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.
Ἃ δ’ αὐτὸς ἡμῖν συνεισφέρεις εἰς τὴν περὶ τούτων διάγνωσιν, εἴτε ὡς οἰκείαν γνώμην ἀποφαινόμενος εἴτε ὡς παρ’ ἄλλων ἀκούσας, οὐκ ἔστιν ἀληθῆ οὐδὲ ὀρθῶς λεγόμενα. λέγεις μὲν γὰρ τὸ περιαυτολογεῖν καὶ τὸ εἰδωλοποιὸν φάντασμα φαντάζειν, κοινὸν εἶναι θεοῖς καὶ δαίμοσι καὶ τοῖς κρείττοσι γένεσιν ἅπασι. τὸ δὲ οὐκ ἔστι τοιοῦτον ὁποῖον ὑπολαμβάνεις· διδαχῇ μὲν γὰρ τῆς οἰκείας οὐσίας θεὸς καὶ ἄγγελος καὶ δαίμων ἀγαθὸς χρῆται πρὸς ἄνθρωπον· προσθήκῃ δὲ μείζονι ἐν τοῖς λόγοις τῆς ὑπαρχούσης δυνάμεως ἢ τῶν οἰκείων ἀγαθῶν οὐδαμῶς χρῆται· ἥ τε γὰρ ἀλήθεια συνυπάρχει τοῖς θεοῖς, ὥσπερ καὶ ἡλίῳ τὸ φῶς κατ’ οὐσίαν συνυφέστηκεν· καὶ ἅμα
οὐδενὸς ἐνδεῆ τὸν θεόν φαμεν εἶναι κάλλους οὐδέ τινος ἀρετῆς, ἣν οἷόν τ’ ἐστὶ διὰ λόγων αὐτῷ προσθεῖναι. καὶ μὴν οἵ γε ἄγγελοι καὶ δαίμονες ἀπὸ θεῶν ἀεὶ παραλαμβάνουσι τὴν ἀλήθειαν· ὥστε οὐδὲν οὐδέποτε παρὰ ταύτην λέγουσι τέλειοι ὄντες κατὰ τὴν αὐτὴν οὐσίαν ἑκάτεροι, οὐδὲ αὐτῇ προσθεῖναι πλεῖον εἰς δοξολογίαν δύνανται.Πότε οὖν συμβαίνει τὸ λεγόμενον ὑπὸ σοῦ ἀπατηλόν, τὸ τῆς περιαυτολογίας; ἡνίκα ἂν ἁμάρτημά τι συμβαίνῃ περὶ τὴν θεουργικὴν τέχνην, καὶ μὴ οἷα δεῖ τὰ αὐτοπτικὰ ἀγάλματα ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων ἀπαντήσῃ· τότε γὰρ ὑποδυόμενα τὰ καταδεέστερα τὸ τῶν σεμνοτέρων τάξεων σχῆμα, προσποιεῖται ἐκεῖνο εἶναι ὅπερ ὑποδέδυκε, καὶ ἐνταῦθα ἀλαζόνας προΐεται λόγους καὶ μείζονας τῆς παρούσης αὐτοῖς δυνάμεως. ἅτε γὰρ οἶμαι, τῆς πρώτης ἀρχῆς κιβδήλου παραφυομένης πολὺ τὸ ψεῦδος ἐκ τῆς παρατροπῆς ἐπιρρεῖ, ὃ δὴ δεῖ τοὺς ἱερέας καταμανθάνειν ἀπὸ τῆς ὅλης τάξεως ἐν τοῖς φάσμασιν, ἣν εὗ τηροῦντες
διελέγχονται, καὶ ἀποδοκιμάζουσιν αὐτῶν τὴν πεπλασμένην προσποίησιν, ὡς οὐδαμῶς ὑπάρχουσαν ἀληθινῶν καὶ ἀγαθῶν πνευμάτων. οὐδὲ δεῖ τὰ ἁμαρτήματα παραφέρειν ἐν τῇ ἀληθινῇ κρίσει τῶν ὄντων. οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἢ τεχνῶν ἀφ’ ὧν ἃ διασφάλλονται τὰ ἐν αὐτοῖς ἔργα δοκιμάζομεν.Μὴ τοίνυν μηδὲ ἐνταῦθα τὰ μόλις καὶ διὰ μυρίων ἀγώνων κατορθούμενα ἀπὸ τῶν ἐξ ἐπιδρομῆς ἀμαθῶς ἐπιπηδώντων τῇ θεαγωγίᾳ χαρακτηρίζῃ· πλέον δὲ θάτερον ἀποφαίνου περὶ αὐτῶν. εἰ γὰρ τὰ ἀποπίπτοντα ἔργα τῆς αὐτοφανοῦς δείξεως τοιαῦτά ἐστιν οἷα σὺ λέγεις ἀλαζονικὰ καὶ ψευδῆ, τὰ τῶν ἀληθινῶν ἀθλητῶν περὶ τὸ πῦρ γνήσιά τε ἐστι καὶ ἀληθινά. ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων τὰ ἀρχικὰ πρώτως ἀφ’ ἑαυτῶν ἄρχεται, καὶ ἑαυτοῖς παρέχει ὅπερ τοῖς ἄλλοις ἐνδίδωσιν, οἷον ἐν οὐσίᾳ ἐν ζωῇ ἐν κινήσει, οὕτω καὶ τὰ τὴν ἀλήθειαν χορηγοῦντα πᾶσι τοῖς οὖσι περὶ ἑαυτῶν πρώτως ἀληθεύει, καὶ τὴν ἑαυτῶν οὐσίαν προηγουμένως ἀναφαίνει τοῖς θε
ωροῦσι· διόπερ δὴ καὶ τὸ αὐτοπτικὸν πῦρ τοῖς θεουργοῖς ἐπιδείκνυσιν. οὐ γὰρ θερμότητος ἔργον ψύχειν, οὐδὲ φωτὸς τὸ ἐπισκοτεῖν ἢ ἀποκρύπτειν τι τῶν ὄντων, οὐδὲ ἄλλου οὐδενὸς τῶν κατ’ οὐσίαν ὁτιοῦν διαπραττομένων πάρεστιν ἅμα καὶ ἡ τοῦ ἐναντίου ἔργου δύναμις· ἀλλὰ τὰ μὴ φύσιν ἔχοντα καὶ ἐναντία τοῖς κατ’ οὐσίαν ὑπάρχουσι, ταῦτα ἐπιδέχεσθαι τὰ ἐναντία δύναται ἢ τῷ κακῷ περιπίπτειν πέφυκε.Τὰ αὐτὰ τοίνυν καὶ περὶ τῶν φαντασμάτων ἐροῦμεν. εἰ γὰρ ταῦτα αὐτὰ μὲν οὐκ ἔστι τἀληθῆ, τοιαῦτα δὲ ἕτερα οἷάπερ ὑπάρχει τὰ ὄντα, οὐκ ἔστι δήπου ἐν τοῖς αὐτοφανέσι πνεύμασι, φαντάζεται δὲ εἶναι τοιαῦτα οἷάπερ αὐτὰ ἀληθῆ· μετέχει δὲ καὶ ταῦτα τοῦ ψεύδους καὶ τῆς ἀπάτης, ὥσπερ τὰ ἐν τοῖς εἰδώλοις φαινόμενα εἴδη τοιαῦτά ἐστι· καὶ οὕτω διακενῶς ἕλκει τὴν διάνοιαν περὶ ἃ οὐδ’ ὁτιοῦν τῶν κρειττόνων ἔσται γενῶν. ἐν δὲ ταῖς ἀπατηλαῖς ἔσται καὶ αὐτὰ παρατροπαῖς· τὸ γὰρ μίμημα τοῦ ὄντος καὶ τὸ ἀμυδρῶς εἰκαζόμενον καὶ τὸ ἀπάτης αἴτιον γιγνόμενον οὐδενὶ τῶν ἀληθινῶν καὶ ἐναργῶς
ὄντων γενῶν προσήκει· ἀλλ’ αὐτὰς μὲν οἱ θεοὶ καὶ οἱ τοῖς θεοῖς ἑπόμενοι τὰς ἀληθινὰς ἑαυτῶν εἰκόνας ἀποκαλύπτουσι, φαντάσματα δὲ αὐτῶν οἷα τὰ ἐν ὕδασιν ἢ ἐν κατόπτροις μεμηχανημένα οὐδαμῶς προτείνουσιν. τίνος γὰρ ἂν ἕνεκα ταῦτα ἐπιδείξειαν; πότερον ἔνδειγμα φέροντα τῆς ἑαυτῶν οὐσίας καὶ δυνάμεως; ἀλλὰ ταῦτά γε τοῦ παντὸς ἐνδεῖ, πλάνης γὰρ καὶ ἀπάτης αἴτια γίνεται τοῖς πιστεύουσι, καὶ ἀπὸ τῆς ἀληθινῆς γνώσεως τῶν θεῶν ἀποσπᾷ τοὺς θεωροῦντας. ἀλλ’ ἵνα τι χρήσιμον παράσχῃ τοῖς ἐποπτεύουσιν αὐτά· καὶ τί ἄν ποτε γένοιτο ἀπὸ τοῦ ψεύδους ὠφέλιμον; ἀλλ’ εἰ μὴ τοῦτο φύσιν ἔχει τὸ θεῖον, φάντασμα προτείνειν ἀφ’ ἑαυτοῦ; καὶ πότε ἂν τὸ μόνιμον καὶ ἱδρυμένον ἐν ἑαυτῷ γένος καὶ τὸ τῆς οὐσίας καὶ ἀληθείας αἴτιον εἰς ἀλλοτρίαν ἕδραν μίμημα ἄν τι ἀφ’ ἑαυτοῦ ἀπατηλὸν ἐμποιήσειεν;Οὐδαμῶς ἄρα θεὸς οὔτε αὐτὸς ἑαυτὸν μεταβάλλει εἰς τὰ φαντάσματα, οὔτε ἀφ’ ἑαυτοῦ ταῦτα ἐν ἄλλοις προτείνει, τὰ δὲ ἀληθῆ ἐν τοῖς ἀληθέσιν ἤθεσι τῶν ψυχῶν ἐλλάμπει· κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ τῶν θεῶν συνοπαδοὶ ζηλωταὶ τῆς τῶν θεῶν εἰσὶν αὐτοπτικῆς ἀληθείας.
Ὃ δὲ νῦν λέγεις, ὡς κοινόν ἐστι τὸ τῆς εἰδωλοποιίας καὶ τῆς περιαυτολογίας θεῶν καὶ δαιμόνων καὶ τῶν ἄλλων, συμφύρει πάντα τὰ τῶν κρειττόνων γένη ἐν ἀλλήλοις, καὶ οὐδ’ ἡντινοῦν αὐτῶν ἀπολείπει διαφορὰν πρὸς ἄλληλα· ἔσται γὰρ αὐτοῖς οὕτω κοινὰ πάντα, καὶ οὐδὲν τοῖς ὑπερέχουσιν ἀποδοθήσεται ἐξαίρετον. ἔνεστι δὲ οὖν καὶ δικαιότερον πρός σε ἀντιλέγειν, τί δὴ οὖν ἔσται κρεῖττον τὸ τῶν θεῶν γένος παρὰ τὸ τῶν δαιμόνων; ἀλλ’ οὔτ’ ἔχει κοινότητα ταῦτα τὰ γένη, οὔτε φανταστική ἐστιν αὕτη, οὔτε ἀπὸ τῶν τελευταίων καὶ ἐν τοῖς ἐσχάτοις πταισμάτων τὰ πρῶτα καὶ ἐν τοῖς πρώτοις ἀληθῆ ἀποτυπώματα ἀναλογίζεσθαι προσήκει. οὕτως ἄν τις καὶ περὶ τούτων δοξάζων τυγχάνοι τοῦ προσήκοντος καὶ τοῖς θείοις κεχαρισμένου.
Τὰ δ’ ἐφεξῆς ἐν οἷς τὴν περὶ τούτων ἄγνοιαν καὶ ἀπάτην, ἀνοσιουργίαν καὶ ἀκαθαρσίαν νενόμικας, προτρέπεις τε ἡμᾶς ἐπὶ τὴν ἀληθῆ περὶ αὐτῶν παράδοσιν, ἔχει
μὲν οὐδεμίαν ἀμφισβήτησιν, ἀλλ’ ὁμολογεῖται παρὰ πᾶσιν ὡσαύτως. τίς γὰρ οὐκ ἂν συγχωρήσειεν ἐπιστήμην τυγχάνουσαν τοῦ ὄντος οἰκειοτάτην εἶναι τῆς θείας αἰτίας θεοῖς, τὴν δὲ ἄγνοιαν τὴν ὑποφερομένην εἰς τὸ μὴ ὃν πορρωτάτω τῆς θείας αἰτίας τῶν ἀληθῶν εἰδῶν ἀποπίπτειν. ἀλλ’ ἐπεὶ οὐχ ἱκανῶς εἴρηται προσθήσω τὸ ἐλλεῖπον· καὶ διότι φιλοσόφως μᾶλλον καὶ λογικῶς ἀλλ’ οὐχὶ κατὰ τὴν ἔνεργον τῶν ἱερέων τέχνην τὸν ἀπολογισμὸν ποιεῖται, διὰ τοῦτο οἶμαι δεῖν θεουργικώτερον εἰπεῖν τι περὶ αὐτῶν.Ἔστω μὲν γὰρ ἡ ἄγνοια καὶ ἀπάτη πλημμέλεια καὶ ἀσέβεια, οὐ μὴν διὰ τοῦτο ψευδῆ ποιεῖται καὶ τὰ οἰκείως τοῖς θεοῖς προσφερόμενα καὶ τὰ θεῖα ἔργα, οὐδὲ γὰρ ἡ ἔννοια συνάπτει τοῖς θεοῖς τοὺς θεουργούς· ἐπεὶ τί ἐκώλυε τοὺς θεωρητικῶς φιλοσοφοῦντας ἔχειν τὴν θεουργικὴν ἕνωσιν πρὸς τοὺς θεούς; νῦν δὲ οὐκ ἔχει τό γε ἀληθὲς οὕτως. ἀλλ’ ἡ τῶν ἔργων τῶν ἀρρήτων καὶ ὑπὲρ πᾶσαν νόησιν θεοπρεπῶς ἐνεργουμένων τελεσιουργία ἡ τε τῶν νοουμένων τοῖς θεοῖς μόνοις συμβόλων ἀφθέγκτων δύ
ναμις ἐντίθησι τὴν θεουργικὴν ἕνωσιν. διόπερ οὐδὲ τῷ νοεῖν αὐτὰ ἐνεργοῦμεν· ἔσται γὰρ οὕτω νοερὰ αὐτῶν ἡ ἐνέργεια καὶ ἀφ’ ἡμῶν ἐνδιδομένη· τὸ δ’ οὐδέτερόν ἐστιν ἀληθές. καὶ γὰρ μὴ νοούντων ἡμῶν αὐτὰ τὰ συνθήματα ἀφ’ ἑαυτῶν δρᾷ τὸ οἰκεῖον ἔργον, καὶ ἡ τῶν θεῶν, πρὸς οὓς ἀνήκει ταῦτα, ἄρρητος δύναμις αὐτὴ ἀφ’ ἑαυτῆς ἐπιγινώσκει τὰς οἰκείας εἰκόνας, ἀλλ’ οὐ τῷ διεγείρεσθαι ὑπὸ τῆς ἡμετέρας νοήσεως· οὐδὲ γὰρ ἔχει φύσιν τὰ περιέχοντα ὑπὸ τῶν περιεχομένων οὐδὲ τὰ τέλεια ὑπὸ τῶν ἀτελῶν οὐδ’ ὑπὸ τῶν μερῶν τὰ ὅλα ἀνακινεῖσθαι. ὅθεν δὴ οὐδ’ ὑπὸ τῶν ἡμετέρων νοήσεων προηγουμένως τὰ θεῖα αἴτια προκαλεῖται εἰς ἐνέργειαν· ἀλλὰ ταύτας μὲν καὶ τὰς ὅλας τῆς ψυχῆς ἀρίστας διαθέσεις καὶ τὴν περὶ ἡμᾶς καθαρότητα ὡς συναίτια ἄττα προϋποκεῖσθαι χρή, τὰ δ’ ὡς κυρίως ἐγείροντα τὴν θείαν θέλησιν αὐτὰ τὰ θεῖά ἐστι συνθήματα· καὶ οὕτως τὰ τῶν θεῶν αὐτὰ ὑφ’ ἑαυτῶν ἀνακινεῖται, ὑπ’ οὐδενὸς τῶν ὑποδεεστέρων ἐνδεχόμενά τινα εἰς ἑαυτὰ ἀρχὴν τῆς οἰκείας ἐνεργείας.Ταῦτα δὴ τοῦδε ἕνεκα ἀπεμήκυνα, ὅπως μὴ νομίζῃς ἀφ’ ἡμῶν εἶναι τὸ πᾶν κῦρος τῆς ἐν ταῖς θεουργίαις ἐνεργείας, μηδ’ ἐν ταῖς ἐννοίαις ταῖς ἡμετέραις ἀληθῶς διακειμέναις ὑπολάβῃς καὶ τὸ ἀληθὲς αὐτῶν ἔργον κατορθοῦσθαι, μηδ’ ἐν τῇ ἀπάτῃ διαψεύδεσθαι. οὐδὲ γὰρ ἐὰν γνῶμεν τὰ ἑκάστῳ γένει παρακολουθοῦντα ἴδια, ἤδη καὶ τετυχήκαμεν αὐτῶν τῆς ἐπὶ τῶν ἔργων ἀληθείας. ἀλλ’ οὐκ ἄνευ μὲν τοῦ γνῶναι παραγίνεταί ποτε ἡ δραστικὴ ἕνωσις, οὐ μὴν ἔχει γε πρὸς αὐτὴν ταὐτότητα· ὥστε οὐδ’ ἡ καθαρότης ἡ θεία διὰ τῆς ὀρθῆς γνώσεως, ὥσπερ οὐδὲ ἡ τοῦ σώματος διὰ τῆς ὑγιείας, ἀλλὰ καὶ τοῦ γινώσκειν μᾶλλον ὑπερήνωται αὕτη καὶ ἀποκεκάθαρται. οὐδὲ ἄλλο τοίνυν οὐδὲν τῶν ἐν ἡμῖν τοιοῦτον ὑπάρχον, ὁποῖα τὰ ἀνθρώπινα, συνεργεῖ τε πρὸς τὸ τέλος τῶν θείων πράξεων.
Δέχου δὴ καὶ τοῦτο ἐν παρέργῳ μὲν εἰρημένον, πρὸς ὅλην δὲ τὴν ἐπίνοιαν τὴν σὴν περὶ τῆς θεουργικῆς τέχνης ἱκανῶς ἐνιστάμενον. τῆς δὲ αὐτῆς ἔχεται τούτοις
δυνάμεως κἀκεῖνα, ἐν οἷς ὅσιον καὶ ὠφέ λιμον εἶναι νενόμικας τὴν περὶ θεῶν ἐπιστήμην, καὶ τὸ μὲν τῆς ἀγνοίας τῆς περὶ τῶν τιμίων καὶ καλῶν σκότος καλεῖς, φῶς δὲ τὸ τῆς γνώσεως· καὶ τὸ μὲν ἐμπλῆσαι τίθεσαι πάντων κακῶν τοὺς ἀνθρώπους δι’ ἀμαθίαν καὶ τόλμαν, τὸ δ’ αἴτιον ἡγῇ πάντων ἀγαθῶν. καὶ γὰρ πάντα πρὸς τὸ αὐτὸ τείνει τοῖς ἔμπροσθεν εἰρημένοις, τετύχηκέ τε λόγου τοῦ προσήκοντος μετ’ ἐκείνων. δεῖ τοίνυν ταῦτα μὲν παραλιπεῖν, ἐπὶ δὲ τὰς περὶ τῆς μαντικῆς ζητήσεις μετελθεῖν, καὶ ταύτας διαλῦσαι συντόμως.Πρῶτον τοίνυν ἀπαιτεῖς διαρθρῶσαί σοι τί τὸ γιγνόμενόν ἐστιν ἐν τῇ τοῦ μέλλοντος προγνώσει. εὐθὺς οὖν ὃ ἐπιχειρεῖς μαθρῖν ἐστὶν ἀδύνατον. οἴει γὰρ δὴ
εἶναι κατὰ τὸν νοῦν τῆς ἐρωτήσεως τοιοῦτόν τι τὸ τῆς προγνώσεως οἷον γίγνεσθαι, καί τι ἐκ τῶν ἐν τῇ φύσει κειμένων ὑπάρχειν. τὸ δὲ οὐκ ἔστιν ἓν τῶν ἐν τῷ γίγνεσθαι, οὐδ’ οἷον φυσική τις ἀπεργάζεται μεταβολή, οὐδέ τι τέχνασμα ἐξεύρηται τοῦτο ὡς εἰς τὴν τοῦ βίου κατασκευὴν χρήσιμον μεμηχανημένον, οὐδ’ ὅλως ἀνθρωπικόν ἐστι τὸ ἔργον, θεῖον δὲ καὶ ὑπερφυὲς ἄνωθέν τε ἀπὸ τοῦ οὐρανοῦ καταπεμπόμενον, ἀγέννητόν τε καὶ ἀίδιον αὐτοφυῶς προηγεῖται.Μέγιστον δὴ οὖν ἀλεξιφάρμακον πρὸς ἅπαντα τὰ τοιαῦτα ἀπορήματα ἐκεῖνό ἐστι, γνῶναι τὴν ἀρχὴν τῆς μαντικῆς, ὡς οὔτε ἀπὸ σωμάτων ἐστὶν ὁρμωμένη οὔτε ἀπὸ τῶν περὶ τοῖς σώμασι παθημάτων, οὔτε ἀπὸ φύσεώς τινος καὶ τῶν περὶ τὴν φύσιν δυνάμεων, οὔτε ἀπὸ τῆς ἀνθρωπίνης παρασκευῆς ἢ τῶν περὶ αὐτὴν ἕξεων, ἀλλ’ οὐδὲ ἀπὸ τέχνης τινὸς ἔξωθεν ἐπικτήτου περί τι μέρος τῶν ἐν τῷ βίῳ διαπραγματευομένης· τὸ δὲ πᾶν κῦρος αὐτῆς ἀνήκει εἰς τοὺς θεοὺς καὶ ἀπὸ τῶν θεῶν ἐνδίδοται, θείοις τε ἔργοις ἢ σημείοις ἐπιτελεῖται, θεάματά τε
ἔχει θεῖα καὶ θεωρήματα ἐπιστημονικά. τὰ δ’ ἄλλα πάντα ὡς ὄργανα ὑπόκειται τῇ ἐκ. θεῶν καταπεμπομένῃ τῆς προγνώσεως δόσει, ὅσα τε περὶ τὴν ψυχὴν ἡμῶν ἐστὶ καὶ τὸ σῶμα καὶ ὅσα ἐν τῇ φύσει τοῦ παντὸς ἢ ταῖς ἰδίαις ἑκάστων φύσεσιν ἐνυπάρχει· ἔνια δὲ ὡς ἐν ὕλης τάξει προϋπόκειται, ὅσα τόπων ἢ ἄλλων τινῶν ἔχεται τοιούτων.Εἰ δή τις ἀφιέμενος τῶν πρωτουργῶν αἰτίων ἐπὶ τὰς δευτερουργοὺς ὑπουργίας ἀποφέροι τὸ τῆς μαντικῆς, οἷον κινήσεις σωμάτων ἢ παθῶν μεταβολὰς ἢ γενέσεις τινὰς ἑτέρας ἢ ζωῆς ἀνθρωπίνης ἐνεργείας ἢ λόγους ἐμψύχους ἢ φυσικοὺς τιθέμενος, νομίζοι τι σαφὲς λέγειν, ἢ συμμετρίας τούτων πρὸς ἄλληλα ὡς αἰτίας ἀναλογιζόμενος ὑπολαμβάνοι τὴν ἀκρίβειαν ἀποδιδόναι περὶ αὐτῆς, τοῦ παντὸς διημάρτηκεν. ἀλλ’ εἷς ὅρος ὀρθὸς καὶ μία ἀρχὴ περὶ πάντων τοιούτων, μηδαμῶς ἀναιτίως παράγειν τὴν τοῦ μέλλοντος μαντείαν ἀπὸ τῶν μηδεμίαν ἐχόντων πρόγνωσιν ἐν ἑαυτοῖς, ἀπὸ δὲ τῶν θεῶν τῶν συνεχόντων ἐν
ἑαυτοῖς τὰ πέρατα τῆς ὅλης εἰδήσεως τῶν ὄντων, ἀπὸ τούτων θεωρεῖν μεριζομένην τὴν μαντικὴν περὶ πάντα τὸν κόσμον καὶ περὶ πάσας τὰς ἐν αὐτῷ διῃρημένας φύσεις. ἡ γὰρ τοιάδε ἀρχηγική τέ ἐστιν αἰτία καὶ διαφερόντως κοινοτάτη, ἔχουσά τε ἐν ἑαυτῇ πρώτως ἃ δίδωσι τοῖς μετέχουσιν ἑαυτῆς, καὶ μάλιστα ἀλήθειαν παρεχομένη ἧς δεῖ τῇ μαντικῇ, οὐσίαν τε καὶ αἰτίαν τῶν γιγνομένων προειληφυῖα, ἀφ’ ὧν ἐξ ἀνάγκης ἐφήκει τὸ τυγχάνειν τῆς προγνώσεως ἀπαύστως. ἀρχὴ μὲν οὖν ἡμῖν ἔστω ἡ τοιαύτη κοινῶς περὶ πάσης τῆς μαντικῆς, ἀφ’ ἧς ἔνεστι καὶ τὰ εἴδη πάντα αὐτῆς ἐπιστημονικῶς ἐξευρεῖν· ἤδη δὲ αὐτῶν ἀντιλαμβανώμεθα ἑπόμενοι τοῖς ὑπὸ σοῦ προτεινομένοις ἐρωτήμασι.Περὶ δὴ τῆς καθ’ ὕπνον μαντικῆς λέγεις ταῦτα· ὅτι δὴ καθεύδοντες δι’ ὀνείρων τοῖς μέλλουσι πολλάκις ἐπιβάλλομεν οὐκ ἐν ἐκστάσει μὲν γενόμενοι πολυκινήτῳ (ἥσυ
χον γὰρ κεῖται τὸ σῶμα), αὐτοῖς μέντοι γε ὡς ὕπαρ οὐκέτι παρακολουθοῦντες. ταῦτα τοίνυν ἃ λέγεις συμβαίνειν εἴωθεν ἐπὶ τῶν ἀνθρωπίνων ὀνείρων καὶ τῶν ἀπὸ ψυχῆς, ἢ τῶν ἐν ἡμῖν ἐννοιῶν ἢ λόγῳ ἀνακινουμένων, ἢ ὅσα ἀπὸ φαντασιῶν ἐγείρεται ἤ τινων μεθημερινῶν φροντίδων· ἃ τότε μέν ἐστιν ἀληθῆ τότε δὲ ψευδῆ, καὶ ἐπί τινων μὲν τυγχάνει τοῦ ὄντος, ἐπὶ δὲ τῶν πολλῶν ἀποτυγχάνει, οὐ μὴν οἵ γε θεόπεμπτοι καλούμενοι ὄνειροι τοῦτον γίνονται τὸν τρόπον ὅνπερ σὺ λέγεις· ἀλλ’ ἤτοι τοῦ ὕπνου ἀπολείποντος, ἀρχομένων ἄρτι ἐγρηγορέναι, ἀκούειν πάρεστί τινος φωνῆς συντόμου περὶ τῶν πρακτέων ὑφηγουμένης, ἢ μεταξὺ τοῦ ἐγρηγορέναι καὶ καθεύδειν ὄντων ἢ καὶ παντελῶς ἐγρηγορότων αἱ φωναὶ ἀκούονται. καὶ ποτὲ μὲν ἀφανὲς καὶ ἀσώματον πνεῦμα περιέχει κύκλῳ τοὺς κατακειμένους, ὡς ὅρασιν μὲν αὐτοῦ μὴ παρεῖναι, τὴν δὲ ἄλλην συναίσθησιν καὶ παρακολούθησιν ὑπάρχειν, ῥοι ζομένου τε ἐν τῷ εἰσιέναι καὶ περικεχυμένου πανταχόθεν ἄνευ τινὸς ἐπαφῆς, θαυμαστά τε ἔργα ἀπεργαζομένου πρὸς ἀπαλλαγὴν παθῶν ψυχῆς τε καὶ σώματος. ἄλλοτε δὲ φωτὸς ἐπιλάμψαντος λαμπροῦ καὶ ἠρεμαίου κατέχεται μὲν ἡ τῶν ὀφθαλμῶν ὄψις, συμμύει τε, ἀναπεπταμένη μὲν οὖσα πρότερον· αἱ δ’ ἄλλαι αἰσθήσεις διεγηγερμέναι τυγχάνουσι, καὶ συναισθάνονται πῶς εἰς τὸ φῶς οἱ θεοὶ ἐκφαίνονται, ὅσα τε λέγουσιν ἀκούουσι καὶ ὅσα δρῶσιν ἴσασι παρακολουθοῦσαι.Τελειότερον δ’ ἔτι τοῦδε θεωρεῖται, ἡνίκα ἂν καὶ ἡ ὄψις βλέπῃ καὶ ὁ νοῦς ἐρρωμένος ἐπακολουθῇ τοῖς δρωμένοις, κίνησίς τε τῶν θεωρούντων συνυπάρχῃ. ταῦτα δὴ οὖν τοσαῦτα ὄντα καὶ οὕτω διάφορα οὐδενὶ τῶν ἀνθρωπίνων προσέοικεν· ἀλλ’ ὅ τε ὕπνος καὶ ἡ κατοχὴ τῶν ὀμμάτων καὶ ἡ κάρῳ προσφερὴς κατάληψις καὶ ἡ μεταξὺ τοῦ ὕπνου τε καὶ τῆς ἐγρηγόρσεως κατάστασις καὶ ἡ ἄρτι ἀνεγειρομένη ἢ ἡ παντελὴς ἐγρήγορσις πάντα θεῖά ἐστι
καὶ πρὸς ὑποδοχὴν τῶν θεῶν ἐπιτήδεια, ἀπ’ αὐτῶν τε ἐπιπέμπεται τῶν θεῶν, μέρος τε τῆς θείας ἐπιφανείας καὶ κατὰ τοιαῦτα προηγεῖται.Ἄνελε οὖν ἐκ τῶν θείων ὀνείρων, ἐν οἷς δὴ καὶ μάλιστά ἐστι τὸ μαντικόν, τὸ καθεύδειν ὁπωσοῦν καὶ τὸ μὴ παρακολουθεῖν ὡς ὕπαρ τοῖς ἐπιφαινομένοις. οὐδὲ γὰρ οὐδὲ οἷόν τέ ἐστι τὴν ἐναργῆ παρουσίαν τῶν θεῶν τῆς ὕπαρ ἐγγινομένης παρακολουθήσεως ἀπολείπεσθαι· ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ σαφεστέραν αὐτὴν εἶναι ἀνάγκη καὶ ἀκριβεστέραν ἐκείνης καὶ σύνεσιν ἐμποιοῦσαν τελειοτέραν. ἃ δὴ μὴ γινώσκοντές τινες δείγματα τῶν ὄντως μαντικῶν ὀνείρων, κοινὸν δέ τινα τρόπον ἐπ’ αὐτῶν ἀνθρώπινον ἐπινοοῦντες, παραπίπτουσι κατὰ συντυχίαν σπανιάκις ἐπ’ αὐτῶν τῇ τοῦ μέλλοντος προγνώσει, καὶ ἐντεῦθεν εἰκότως ἀποροῦσι, πῶς συνέχουσιν οἱ ὄνειροι τὸ ἀληθές. ὃ δὴ καὶ σὲ θράττειν μοι δοκεῖ διὰ τὸ μὴ εἰδέναι τὰ ἀληθινὰ αὐτῶν γνωρίσματα. ἀλλὰ δεῖ στοιχεῖα ταῦτα προστησάμενόν σε τῆς ἀληθινῆς τῶν ὀνείρων ἐπιγνώσεως
ἀκολουθῆσαι τοῖς ὅλοις περὶ τῆς καθ’ ὕπνον μαντικῆς λόγοις.Λέγουσι δὲ τάδε, τῆς ψυχῆς διττὴν ἐχούσης ζωὴν τὴν μὲν σὺν τῷ σώματι τὴν δὲ χωριστὴν παντὸς σώματος· περὶ μὲν τὸν ἄλλον βίον ἐγρηγορότες τὰ πολλὰ τῇ κοινῇ μετὰ τοῦ σώματος ζωῇ χρώμεθα, πλὴν εἴ που κατὰ τὸ νοεῖν καὶ διανοεῖσθαι τοῖς καθαροῖς λόγοις ἀφιστάμεθα ἀπ’ αὐτοῦ παντάπασιν· ἐν δὲ δὴ τῷ καθεύδειν ἀπολυόμεθα παντελῶς ὥσπερ ἀπό τινων παρακειμένων ἡμῖν δεσμῶν, καὶ τῇ κεχωρισμένῃ τῆς γενέσεως ζωῇ χρώμεθα· τότε δὴ οὖν εἴτε νοερὸν εἴτε θεῖον ταὐτὸν ὑπάρχον εἴτε καὶ ἕν, ἰδίᾳ ἑκάτερον καθ’ ἑαυτὸ ὄν τὸ τῆς ζωῆς εἶδος ἀνεγείρεται ἐν ἡμῖν καὶ ἐνεργεῖ ᾗ πέφυκεν. ἐπειδὴ οὖν ὁ μὲν νοῦς τὰ ὄντα θεωρεῖ, λόγους δὲ ἡ ψυχὴ τῶν γινομένων ἐν αὐτῇ πάντων περιέχει, εἰκότως δὴ κατὰ τὴν περιέχουσαν αἰτίαν τασσόμενα ἐν τοῖς προηγουμένοις αὐτῶν λόγοις προγινώσκει τὰ μέλλοντα.
Καὶ ταύτης δ’ ἔτι τελειοτέραν ποιεῖται μαντείαν,
ἡνίκα ἂν τοῖς ὅλοις, ἀφ’ ὧν ἀπεμερίσθη, συνάπτῃ τὰς μοίρας τῆς ζωῆς καὶ τῆς νοερᾶς ἐνεργείας· πληροῦται γὰρ ἀπὸ τῶν ὅλων τότε τῆς πάσης εἰδήσεως, ὡς ἐπὶ τὸ πλεῖστον ἐξικνεῖσθαι ταῖς ἐννοίαις τῶν περὶ τὸν κόσμον ἐπιτελουμένων. οὐ μὴν ἀλλ’ ὁπόταν γε καὶ τοῖς θεοῖς ἑνωθῇ κατὰ τὴν τοιαύτην ἀπόλυτον ἐνέργειαν, αὐτὰ τὰ ἀληθέστατα δέχεται τηνικαῦτα πληρώματα τῶν νοήσεων, ἀφ’ ὧν ἀληθῆ μαντείαν προβάλλει τῶν θείων ὀνείρων· ἐντεῦθεν τὰς γνησιωτάτας ἀρχὰς καταβάλλεται. ἀλλ’ ἐὰν μὲν τὸ νοερὸν ἑαυτῆς ἡ ψυχὴ καὶ τὸ θεῖον συνυφαίνῃ τοῖς κρείττοσι, τότε καὶ τὰ φαντάσματα αὐτῆς ἔσται καθαρώτερα, ἤτοι περὶ θεῶν ἢ τῶν καθ’ ἑαυτὰς ἀσωμάτων οὐσιῶν, ἢ ὡς ἁπλῶς εἰπεῖν, περὶ τῶν εἰς ἀλήθειαν συμβαλλομένων τὴν περὶ τῶν νοητῶν. ἐὰν δὲ τοὺς λόγους τῶν γιγνομένων ἀνάγῃ πρὸς τοὺς αἰτίους αὐτῶν θεούς, δύναμιν ἀπ’ αὐτῶν προσλαμβάνει καὶ γνῶσιν ἀναλογιζομένην ὅσα τε ἦν καὶ ὅσα ἔσται, θεωρίαν τε παντὸς χρόνου ποιεῖται, καὶ τῶν ἐν τῷ χρόνῳ συμβαινόντων ἐπισκο πεῖ τὰ ἔργα, τάξιν τε αὐτῶν καὶ ἐπιμέλειαν καὶ ἐπανόρθωσιν τὴν προσήκουσαν μεταλαγχάνει· καὶ τὰ μὲν κεκμηκότα σώματα θεραπεύει, τὰ δὲ πλημμελῶς καὶ ἀτάκτως ἔχοντα παρ’ ἀνθρώποις εὖ διατίθησι, τεχνῶν τε εὑρέσεις πολλάκις καὶ διανομὰς τῶν δικαίων καὶ τῶν νομίμων θέσεις παραδίδωσιν.Οὕτως ἐν Ἀσκληπιοῦ μὲν τὰ νοσήματα τοῖς θείοις ὀνείροις παύεται· διὰ δὲ τὴν τάξιν τῶν νύκτωρ ἐπιφανειῶν ἡ ἰατρικὴ τέχνη συνέστη ἀπὸ τῶν ἱερῶν ὀνειράτων. τὸ δὲ Ἀλεξάνδρου στρατόπεδον πᾶν ἐσώθη, μέλλον ἄρδην νυκτὸς ἀπόλλυσθαι, Διονύσου κατ’ ὄναρ ἐπιφανέντος καὶ τὴν λύσιν τῶν ἀνηκέστων παθημάτων σημήναντος. Ἄφουτις δὲ ὑπὸ Λυσάνδρου τοῦ βασιλέως πολιορκουμένη κατὰ τοὺς ἀπὸ τοῦ Ἄμμωνος πεμφθέντας ὀνείρους ἐσώθη, τὴν ταχίστην αὐτοῦ τὸν στρατὸν ἀναστήσαντος ἐκεῖθεν καὶ λύσαντος εὐθέως τὴν πολιορκίαν. καὶ τί δεῖ καθ’
ἕκαστον ἐπεξιόντι μηνύειν τῶν καθ’ ἡμέραν ἀεὶ συμπιπτόντων, κρείττονα τοῦ λόγου τὴν ἐνέργειαν παρεχομένων.Ταῦτα μὲν οὖν ἐξαρκεῖ εἰρῆσθαι περὶ τῆς καθ’ ὕπνον θείας μαντικῆς, τίς τέ ἐστι καὶ πῶς γίνεται καὶ ὅσον παρέχεται τοῖς ἀνθρώποις τὸ ὄφελος·
φῂς δὲ δὴ ὡς ἐπιβάλλουσι καὶ δι’ ἐνθουσιασμοῦ καὶ θεοφορίας πολλοὶ τῷ μέλλοντι, ἐγρηγορότες μέν, ὡς ἐνεργεῖν κατ’ αἴσθησιν, αὐτοῖς δὲ πάλιν οὐ παρακολουθοῦντες ἢ οὔτι γε ὡς πρότερον παρακολουθοῦντες ἑαυτοῖς. βούλομαι δὴ καὶ ἐν τούτοις τὰ τεκμήρια τῶν ὀρθῶς κατεχομένων ὑπὸ τῶν θεῶν παραδεῖξαι· ἢ γὰρ τὴν ἑαυτῶν ζωὴν ὑποτεθείκασιν ὅλην ὡς ὄχημα ἢ ὄργανον τοῖς ἐπιπνέουσι θεοῖς, ἢ μεταλλάττουσιν ἀντὶ τῆς ἀνθρωπίνης ζωῆς τὴν θείαν, ἢ καὶ ἐνεργοῦσι τὴν οἰκείαν ζωὴν πρὸς τὸν θεόν· οὔτε κατ’ αἴσθησιν ἐνεργοῦσιν οὔτε ἐγρηγόρασιν οὕτως ὡς οἱ διεγηγερμένας ἔχοντες τὰς αἰσθήσεις, οὔτ’ ἐπιβάλλουσιν αὐτοὶ τῷ μέλλοντι, οὔτε κινοῦνται ὡς οἱ καθ’ ὁρμὴν ἐνεργοῦντες· ἀλλ’ οὐδὲ παρακολουθοῦσιν ἑαυτοῖς οὔτε ὡς πρότερον
οὔτε ἄλλως ὁπωσοῦν, οὐδ’ ὅλως ἐπιστρέφουσιν εἰς ἑαυτοὺς τὴν οἰκείαν σύνεσιν, οὐδ’ ἔστιν ἥντινα ἰδίαν γνῶσιν προβάλλουσι.Τεκμήριον δὲ μέγιστον· πολλοὶ γὰρ καὶ πυρὸς προσφερομένου οὐ καίονται, οὐχ ἁπτομένου τοῦ πυρὸς αὐτῶν διὰ τὴν θείαν ἐπίπνοιαν· πολλοὶ δὲ καιόμενοι οὐκ ἀντιλαμβάνονται, διότι οὐ τὴν τοῦ ζώου ζωὴν ζῶσι τηνικαῦτα. καὶ οἱ μὲν διαπείραντες ὀβελοὺς οὐκ ἐπαισθάνονται· οἱ δὲ πελέκεις προσαράσσοντες τοῖς νώτοις, οἱ δὲ καὶ ξιφιδίοις τὰς ὠλένας κατατέμνοντες οὐδαμῶς παρακολουθοῦσιν. αἵ τε ἐνέργειαι αὐτῶν οὐδαμῶς εἰσὶν ἀνθρώπιναι, τά τε γὰρ ἄβατα βατὰ γίνεται θεοφορουμένοις καὶ εἰς πῦρ φέρονται καὶ πῦρ διαπορεύονται καὶ ποταμοὺς διαπερῶσιν, ὥσπερ ἡ ἐν Κασταβάλλοις ἱέρεια. ἀπὸ δὲ τούτων δείκνυται, ὡς οὐ παρακολουθοῦσιν ἑαυτοῖς ἐνθουσιῶντες, καὶ ὅτι οὔτε τὴν ἀνθρωπίνην οὔτε τὴν τοῦ ζώου ζωὴν ζῶσι κατ’ αἴσθησιν ἢ ὁρμήν, ἄλλην δέ τινα θειοτέραν ζωὴν
ἀνταλλάττονται, ἀφ’ ἧς ἐπιπνέονται καὶ ἀφ’ ἧς τελέως κατέχονται.Ἔστι δὴ οὖν πολλὰ τῆς θείας κατακωχῆς εἴδη καὶ πολλαχῶς ἡ θεία ἐπίπνοια ἀνακινεῖται, ὅθεν δὴ καὶ πολλὰ τὰ σημεῖα αὐτῆς ἐστὶ διαφέροντα. τοῦτο μὲν γὰρ οἱ θεοὶ διαφέροντες, ἀφ’ ὧν ἐπιπνεόμεθα, καὶ τὴν ἐπίπνοιαν ποιοῦσιν ἑτέραν, το ῦτο καὶ ὁ τρόπος τῶν ἐνθουσιασμῶν παραλλάττων ποιεῖ καὶ τὴν θεοφορίαν ἑτέραν. ἢ γὰρ ὁ θεὸς ἡμᾶς ἔχει, ἢ ἡμεῖς ὅλοι τοῦ θεοῦ γιγνόμεθα, ἢ κοινὴν ποιούμεθα πρὸς αὐτὸν τὴν ἐνέργειαν· καὶ ποτὲ μὲν τῆς ἐσχάτης δυνάμεως τοῦ θεοῦ μετέχομεν, ποτὲ δ’ αὖ τῆς μέσης, ἐνίοτε δὲ τῆς πρώτης· καὶ ποτὲ μὲν μετουσία ψιλὴ γίνεται, ποτὲ δὲ καὶ κοινωνία, ἐνίοτε δὲ καὶ ἕνωσις τούτων τῶν ἐνθουσιάσεων· ἢ μόνη ἡ ψυχὴ ἀπολαύει, ἢ τῷ σώματι συμμετέχει, ἢ καὶ τὸ κοινὸν ζῶον.
Ἐκ δὴ τούτων καὶ τὰ σημεῖα τῶν ἐπιπνεομένων γίνονται πολυειδῆ, κινήσεις τε τοῦ σώματος καὶ μορίων
τινῶν παντελεῖς τε αὐτοῦ ἠρεμαῖαι, τάξεις τε ἐναρμόνιοι καὶ χορεῖαι καὶ φωναὶ ἐμμελεῖς ἢ τἀναντία τούτων· καὶ ἤτοι τὸ σῶμα ἐπαιρόμενον ὁρᾶται ἢ διογκούμενον ἢ μετέωρον ἐν τῷ ἀέρι φερόμενον ἢ τἀναντία τούτων περὶ αὐτὸ φαίνεται γιγνόμενα· φωνῆς τε ὁμαλότης κατὰ μέγεθος ἢ κατὰ τὰ μεταξὺ διαλαμβανόμενα τῇ σιωπῇ διαστήματα πολλὴ θεωρεῖται καὶ ἀνωμαλία, αὖθις ἐνίοτε μουσικῶς μὲν ἐπιτεινομένων καὶ ἀνιεμένων τῶν ἤχων, ἐνίοτε δ’ ἄλλον τρόπον.Τὸ δὲ μέγιστον ὁρᾶται τῷ θεαγωγοῦντι τὸ κατιὸν πνεῦμα καὶ εἰσκρινόμενον, ὅσον τέ ἐστι καὶ ὁποῖον· μυστικῶς τε πείθεται καὶ διακυβερνᾶται. ὁρᾶται δὲ καὶ τῷ δεχομένῳ τὸ τοῦ πυρὸς εἶδος πρὸ τοῦ δέχεσθαι· ἐνίοτε δὲ καὶ τοῖς θεωροῦσι πᾶσιν ἔκδηλον γίνεται, εἴτε κατιόντος ἢ ἀναχωροῦντος τοῦ θεοῦ· ἀφ’ οὗ δὴ καὶ τὸ ἀληθέστατον αὐτοῦ καὶ δυνατώτατον καὶ μάλιστα τεταγμένον περὶ τίνων τε πέφυκεν ἀληθεύειν καὶ τίνα δύναμιν παρέχειν ἢ ἐπιτελεῖν τοῖς ἐπιστήμοσι, γνώριμον γίνεται. οἱ
δὲ ἄνευ τῶν μακαρίων τούτων θεαμάτων ἀφανῶς ποιούμενοι τὰς ἀγωγὰς τῶν πνευμάτων ὥσπερ ἐν σκότῳ ἀφάσσουσι, καὶ οὐδὲν ἴσασιν ὧν ποιοῦσι, πλὴν πάνυ μικρῶν τῶν διὰ τοῦ σώματος φαινομένων σημείων τοῦ ἐνθουσιῶντος καὶ τῶν ἄλλων τῶν ἐναργῶς ὁρωμένων, τὰ ὅλα τῆς θείας ἐπιπνοίας ἐν ἀφανεῖ κεκρυμμένα ἀγνοοῦντες. ἀλλ’ ἐκεῖσε πάλιν ἐπάνειμι. εἰ γὰρ παρουσία τοῦ τῶν θεῶν πυρὸς καὶ φωτός τι εἶδος ἄρρητον ἔξωθεν ἐπιβαίνει τῷ κατεχομένῳ, πληροῖ τε αὐτὸν ὅλον ἐπικρατεῖ, καὶ κύκλῳ τε πανταχόθεν ἐν ἑαυτῷ συνείληφεν, ὡς μηδεμίαν οἰκείαν ἐνέργειαν δύνασθαι διαπράττεσθαι, τίς ἂν αἴσθησις ἢ παρακολούθησις ἢ ἐπιβολὴ οἰκεία παραγένοιτο τῷ καταδεχομένῳ τὸ θεῖον πῦρ; ἢ τί ἂν τότε ἀνθρώπινον κίνημα παρεμπέσοι, ἢ ποία καταδοχὴ γένοιτ’ ἂν ἀνθρωπίνη πάθους ἢ ἐκστάσεως ἢ παρατροπῆς φαντασιῶν ἢ ἄλλου τινὸς τοιούτου, ὁποῖον ὑπολαμβάνουσιν οἱ πολλοί; τοιαῦτα δὴ οὖν ἔστω καὶ τὰ θεῖα τεκμήρια τῆς ἀληθινῆς ἐνθουσιάσεως, οἷς ἄν τις προσέχων οὐκ ἂν διαμάρτοι τῆς ὀρθῆς περὶ αὐτὴν ἐπιγνώσεως. Οὐ μὴν ἐξαρκεῖ γε ταῦτα μόνα μαθεῖν, οὐδ’ ἄν τις γένοιτο τέλειος εἰς τὴν θείαν ἐπιστήμην ταῦτα μόνα εἰδώς. ἀλλὰ χρὴ γνῶναι καὶ τίς ὁ ἐνθουσιασμός ἐστι καὶ ὅπως γίνεται. φορὰ μὲν οὖν τῆς διανοίας μετὰ δαιμονίας ἐπιπνοίας ψευδῶς δοξάζεται. οὔτε γὰρ ἡ διάνοια ἡ ἀνθρωπίνη φέρεται, εἴ γε ὄντως κατέχεται, οὔτε δαιμόνων, θεῶν δὲ γίνεται ἐπίπνοια. ἀλλ’ οὐδ’ ἔκστασις ἁπλῶς οὕτως ἐστίν, ἀλλ’ ἐπὶ τὸ κρεῖττον ἀναγωγὴ καὶ μετάστασις, ἡ δὲ παραφορὰ καὶ ἔκστασις ἐμφαίνει καὶ τὴν ἐπὶ τὸ χεῖρον ἀνατροπήν. ἔτι τοίνυν ὁ τοῦτο ἀποφαινόμενος λέγει μέντοι περὶ τῶν συμβεβηκότων περὶ τοὺς ἐνθουσιῶντας, οὐ μέντοι τὸ προηγούμενον ἀναδιδάσκει. ἔστι δὲ τοῦτο τὸ κατέχεσθαι ὅλους αὐτοὺς ὑπὸ τοῦ θείου, ᾧ ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἐξίστασθαι. ψυχῆς μὲν οὖν καί τινος τῶν ἐν αὐτῇ δυνάμεων, ἢ νοῦ ἢ ἐνεργειῶν, ἢ μετὰ σωμα τικῆς ἀσθενείας ἢ ἄνευ ταύτης οὐκ ἄν τις ὑπολάβοι δικαίως τὸν ἐνθουσιασμὸν εἶναι, οὐδ’ ἂν οὕτω γίγνεσθαι εἰκότως ἂν ὑπόθοιτο· οὔτε γὰρ ἀνθρώπινόν ἐστι τὸ τῆς θεοφορίας ἔργον, οὔτε ἀνθρωπίνοις μορίοις ἢ ἐνεργήμασι τὸ πᾶν ἔχει κῦρος· ἀλλὰ ταῦτα μὲν ἄλλως ὑπόκειται, καὶ χρῆται αὐτοῖς ὁ θεὸς ὡς ὀργάνοις· τὸ δὲ πᾶν ἔργον τῆς μαντείας δι’ αὐτοῦ πληροῖ, καὶ ἀμιγῶς ἀπὸ τῶν ἄλλων ἀφειμένος οὔτε ψυχῆς κινουμένης οὐδ’ ὁτιοῦν οὔτε σώματος ἐνεργεῖ καθ’ αὑτόν. ὅθεν δὴ καὶ ἀψευδῆ γίνονται τὰ μαντεῖα τὰ οὕτως ὡς λέγω κατορθούμενα. ἐπειδὰν δ’ ἡ ψυχὴ προκαταταραχθῇ, ἢ μεταξὺ κινῆται ἢ τῷ σώματι παρεμπίπτῃ καὶ τὴν θείαν ἁρμονίαν ἐπιταράττῃ, θορυβώδη γίνονται καὶ ψευδῆ τὰ μαντεῖα, καὶ ὁ ἐνθουσιασμὸς οὐκέτι ἀληθὴς ὑπάρχει οὐδὲ γνησίως θεῖος.Εἰ μὲν οὖν ἀπόλυσις τοῦ θείου ἀπὸ τῆς ἄλλης ψυχῆς ἢ χωρισμὸς τοῦ νοῦ ἤ τις ἐπίτευξις ᾖ ἡ ἀληθὴς μαντεία, ἢ σφοδρότης καὶ ἐπίτασις ἐνεργείας ἢ πάθους ἢ
ὀξύτης καὶ φορὰ τῆς διανοίας ἢ τὸ διαθερμαίνεσθαι τὸν νοῦν, πάντα ἂν τὰ τοιαῦτα ἀπὸ τῆς ἡμετέρας ψυχῆς ἀνακινούμενα, ψυχῆς ἄν τις τὸν ἐνθουσιασμὸν εἶναι εὐλόγως ὑποτίθοιτο. εἰ δὲ τὸ σῶμα κατὰ τὰς ποιὰς κράσεις ἤτοι μελαγχολικὰς ἢ ὁποιασοῦν, ἢ καὶ ἰδίως ἔτι μᾶλλον κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν ἢ τὸ ποιόν τι τούτων εἶδος, ἢ τὴν ἐν λόγῳ τούτων μῖξιν ἢ κρᾶσιν ἢ τὸ πνεῦμα ἢ τὸ μᾶλλον ἢ τὸ ἧττον τούτων, αἴτιον καθίσταται τῆς ἐνθουσιαστικῆς ἐκστάσεως, σωματικὸν ἂν εἴη τὸ τῆς παρατροπῆς πάθος, καὶ ἀπὸ τῶν φυσικῶν κινήσεων ἐγειρόμενον· εἰ δ’ ἐξ ἀμφοῖν ἡ ἀρχὴ σώματός τε καὶ ψυχῆς ἀνεγείρεται, καθὸ συμπέπηκται ταῦτα ἀλλήλοις, κοινὸν ἔσται τοῦ ζώου τὸ τοιόνδε κίνημα· ἀλλ’ οὔτε σώματος οὔτε ψυχῆς οὔτε τοῦ συναμφοτέρου τὸ ἐνθουσιᾶν ἐστὶν ἔργον· οὐδὲ γὰρ ἔχει τινὰ ταῦτα ἐν ἑαυτοῖς αἰτίαν τῆς θείας παραλλάξεως, οὐδὲ πέφυκεν ἀπὸ τῶν χειρόνων τὰ κρείττονα ἀπογεννᾶσθαι.Ἀλλὰ δεῖ ζητεῖν τὰ τῆς θείας μανίας αἴτια· ταῦτα δέ ἐστι τὰ καθήκοντα ἀπὸ τῶν θεῶν φῶτα καὶ τὰ ἐνδιδόμενα πνεύματα ἀπ’ αὐτῶν καὶ ἡ ἀπ’ αὐτῶν παροῦσα παντελὴς ἐπικράτεια, περιέχουσα μὲν πάντα τὰ ἐν ἡμῖν, ἐξορίζουσα δὲ πάντη τὴν οἰκείαν ἡμῶν παρακολούθησιν καὶ κίνησιν, καὶ λόγους μὲν προϊεμένη οὐ μετὰ διανοίας δὲ τῶν λεγόντων, ἀλλὰ μαινομένῳ φασὶ στόματι φθεγγομένων αὐτοὺς καὶ ὑπηρετούντων ὅλων καὶ παραχωρούντων μόνῃ τῇ τοῦ κρατοῦντος ἐνεργείᾳ. τοιοῦτός τίς ἐστιν ὁ σύμπας ἐνθουσιασμὸς καὶ ἀπὸ τοιούτων αἰτίων ἀποτελούμενος, ὡς ἐν τύπῳ καὶ μὴ δι’ ἀκριβείας περὶ αὐτοῦ εἰρῆσθαι.
Ἃ δὲ λέγεις ἐπὶ τούτοις ἐστὶ ταῦτα· ὡς τῶν ἐξισταμένων ἔνιοί τινες αὐλῶν ἀκούοντες ἢ κυμβάλων ἢ τυμπάνων ἤ τινος μέλους ἐνθουσιῶσιν, ὡς οἵ τε κορυβαντιζόμενοι καὶ οἱ τῷ Σαβαζίῳ κάτοχοι καὶ οἱ μητρίζοντες· δεῖ
δὴ καὶ περὶ τούτων τὰς αἰτίας διελθεῖν πῶς τε γίνονται, ἐπιτελούμενα τε τίνα ἔχει λόγον.Τὸ μὲν οὖν κινητικόν τι καὶ παθητικὸν εἶναι τὴν μουσικήν, καὶ τὸ τῶν αὐλῶν ἐμποιεῖν ἢ ἰατρεύειν τὰ πάθη τῆς παρατροπῆς, καὶ τὸ μεθιστάναι τὰς τοῦ σώματος κράσεις ἢ διαθέσεις τὴν μουσικήν, καὶ τὸ ἄλλοις μὲν μέλεσιν ἀναβακχεύεσθαι ἄλλοις δὲ ἀποπαύεσθαι τῆς βακχείας, καὶ πῶς αἱ τούτων διαφοραὶ πρὸς τὰς τῆς ψυχῆς ἑκάστας διαθέσεις προσαρμόττουσι, καὶ ὅτι τὸ ἄστατον καὶ ἀκατάστατον μέλος πρὸς τὰς ἐκστάσεις οἰκεῖον, οἷα δή ἐστι τὰ Ὀλύμπου, καὶ ὅσα τοιαῦτα λέγεται, πάντα ἀλλοτρίως μοι δοκεῖ λέγεσθαι πρὸς τὸν ἐνθουσιασμόν· φυσικά τε γάρ ἐστι καὶ ἀνθρώπινα καὶ τέχνης ἡμετέρας ἔργα· τὸ δὲ θεῖον ἐν αὐτοῖς οὐδ’ ὁπωστιοῦν διαφαίνεται.
Μᾶλλον οὖν ἐκεῖνα λέγομεν, ὡς ἦχοί τε καὶ μέλη καθιέρωνται τοῖς θεοῖς οἰκείως ἑκάστοις, συγγένειά τε
αὐτοῖς ἀποδέδοται προσφόρως κατὰ τὰς οἰκείας ἑκάστων τάξεις καὶ δυνάμεις καὶ τὰς ἐν αὐτῷ παντὶ κινήσεις καὶ τὰς ἀπὸ τῶν κινήσεων ῥοιζουμένας ἐναρμονίους φωνάς· κατὰ δὴ τὰς τοιαύτας τῶν μελῶν πρὸς τοὺς Θεοὺς οἰκειότητας. παρουσία τε αὐτῶν γίνεται (οὐδὲ γάρ ἐστί τι τὸ διεῖργον), ὥστε μετέχειν αὐτῶν εὐθὺς τὸ τὴν τυχοῦσαν ἔχον πρὸς αὐτοὺς ὁμοιότητα, κατοχή τε συνίσταται εὐθὺς τελεία καὶ πλήρωσις τῆς κρείττονος οὐσίας καὶ δυνάμεως. οὐχ ὅτι τὸ σῶμα καὶ ἡ ψυχὴ ἀλλήλοις ἔστι συμπαθῆ καὶ συμπάσχει τοῖς μέλεσιν, ἀλλ’ ἐπεὶ τῆς θείας ἁρμονίας ἡ τῶν θεῶν ἐπίπνοια οὐκ ἀφέστηκεν, οἰκειωθεῖσα δὲ πρὸς αὐτὴν καταρχὰς μετέχεται ὑπ’ αὐτῆς ἐν μέτροις τοῖς προσήκουσιν· ἔχει δὲ καὶ τὸ ἀνεγείρεσθαι καὶ τὸ ἀποπαύεσθαι κατὰ τὴν τῶν θεῶν τάξιν ἑκάτερον. ἀπέρασιν δὲ καὶ ἀποκάθαρσιν ἰατρείαν τε οὐδαμῶς αὐτὸ κλητέον. οὐδὲ γὰρ κατὰ νόσημά τι ἢ πλεονασμὸν ἢ περίττωμα πρώτως ἐν ἡμῖν ἐμφύεται, θεία δὲ αὐτοῦ συνίσταται ἡ πᾶσα ἄνωθεν ἀρχὴ καὶ καταβολή.Ἀλλ’ οὐδὲ τοῦτο δεῖ λέγειν, ὡς ἡ ψυχὴ πρώτως ὑφέστηκεν ἐξ ἁρμονίας καὶ ῥυθμοῦ· ἔστι γὰρ οὕτω ψυχῆς μόνης οἰκεῖος ὁ ἐνθουσιασμός· βέλτιον οὖν καὶ τὴν τοιαύτην ἀπόφασιν ἐκεῖσε μετάγειν, ὅτι δὴ ἡ ψυχὴ πρὶν καὶ τῷ σώματι δοῦναι ἑαυτήν, τῆς θείας ἁρμονίας κατήκουεν· οὐκοῦν καὶ ἐπειδὰν εἰς σῶμα ἀφίκηται, ὅσα ἂν μέλη τοιαῦτα ἀκούσῃ οἷα μάλιστα διασώζῃ τὸ θεῖον ἴχνος τῆς ἁρμονίας, ἀσπάζεται ταῦτα καὶ ἀναμιμνήσκεται ἀπ’ αὐτῶν τῆς θείας ἁρμονίας, καὶ πρὸς αὐτὴν φέρεται καὶ οἰκειοῦται, μεταλαμβάνει τε αὐτῆς ὅσον οἷόν τε αὐτῆς μετέχειν.
Κοινῶς μὲν οὖν οὕτως ἄν τις ἀποδοίη τὴν αἰτίαν τῆς θείας μαντείας·