De Mysteriis
Iamblichus
Iamblichus. Jamblichi De mysteriis Liber. Parthey, Gustav, editor. Berlin: Nicolai, 1857.
ἃ δ’ ἐπιζητεῖς ἰδιώματα τίνα ἐστὶν ἑκάστῳ τῶν κρειττόνων γενῶν, οἷς κεχώρισται ἀπ’ ἀλλήλων, εἰ μὲν ὡς εἰδοποιοὺς διαφορὰς ὑπὸ ταυτὸ γένος ἀντιδιαιρουμένας νοεῖς σὺ τὰ ἰδιώματα, ὥσπερ ὑπὸ τὸ ζῶον τὸ λογικὸν καὶ ἄλογον, οὐδέποτε παραδεχόμεθα τὰ τοιαῦτα ἐπὶ τῶν μήτε κοινωνίαν οὐσίας μίαν μήτε ἐξισάζουσαν ἐχόντων ἀντιδιαίρεσιν, μήτε
σύνθεσιν τὴν ἐξ ἀορίστου τοῦ κοινοῦ καὶ ὁρίζοντος τοῦ ἰδίου προσλαμβανόντων. εἰ δὲ ὡς ἐν προτέροις καὶ δευτέροις κατ’ οὐσίαν τε ὅλην καὶ παντὶ τῷ γένει ἐξαλλαττομένοις ἁπλῆν τινα κατάστασιν πεπερασμένην ἐν ἑαυτῇ τὴν ἰδιότητα ὑπολαμβάνεις, ἔχει μὲν λόγον ἡ ἔννοια τῶν ἰδιωμάτων· χωριστὰ γὰρ ἔσται δήπου ταῦτα καὶ ἁπλᾶ ἕκαστα ἐξῃρημένα τῷ παντὶ τὰ τῶν ἀεὶ ὑπαρχόντων ἰδιώματα. ἡ δ’ ἐρώτησις ἀτελῶς πρόεισιν· ἔδει μὲν γὰρ κατ’ οὐσίαν πρῶτον ἔπειτα κατὰ δύναμεν εἶθ’ οὕτω κατ’ ἐνέργειαν πυνθάνεσθαι, τίνα αὐτῶν ὑπάρχει τὰ ἰδιώματα· ὡς δὲ νῦν ἠρώτησας τίσιν ἰδιώμασιν κεχώρισται, ἰδιώματα ἐνεργεῶν μόνον εἴρηκας· ἐπὶ τῶν τελευταίων ἄρα τὸ διάφορον ἐν αὐτοῖς ἐπιζητεῖς, τὰ δὲ πρώτιστα αὐτῶν καὶ τιμιώτατα ὡσπερεὶ στοιχεῖα τῆς παραλλαγῆς ἀφῆκας ἀδιερεύνητα.Πρόσκειται δὲ δὴ αὐτόθι καὶ τὸ τῶν δραστικῶν ἢ παθητικῶν κινήσεων, ἥκιστα προσήκουσαν ἔχον διαίρεσιν
εἰς διαφορὰν τῶν κρειττόνων γενῶν. οὐδενὶ γὰρ αὐτῶν ἡ τοῦ δρᾷν καὶ πάσχειν ἔνεστιν ἐναντίωσις, ἀπόλυτοι δέ τινες αὐτῶν καὶ ἄτρεπτοι καὶ ἄνευ τῆς πρὸς τὸ ἀντικείμενον σχέσεως θεωροῦνται αἱ ἐνέργειαι· ὅθεν οὐδὲ τὰς τοιαύτας κινήσεις τὰς ἐκ ποιοῦντος καὶ πάσχοντος ἐπ’ αὐτῶν παραδεχόμεθα. οὐδὲ γὰρ ἐπὶ τῆς ψυχῆς τὴν ἀπὸ τοῦ κινοῦντος καὶ κινουμένου προσιέμεθα αὐτοκινησίαν, ἁπλῆν δέ τινα κίνησιν οὐσιώδη αὐτὴν ἑαυτῆς οὖσαν, καὶ οὐ πρὸς ἕτερον ἔχουσαν σχέσιν, ἐξῃρημένην τοῦ ποιεῖν εἰς ἑαυτὴν καὶ πάσχειν ὑφ’ ἑαυτῆς ὑποτιθέμεθα αὐτὴν εἶναι. ἤ που ἄρα ἐπὶ τῶν κρειττόνων τῆς ψυχῆς γενῶν ἀνάσχοιτο ἄν τις αὐτῶν κατὰ τὰς ποιητικὰς ἢ παθητικὰς κινήσεις διακρίνειν τὰς ἰδιότητας;Ἔτι τοίνυν ἀλλοτρίως αὐτῶν κᾀκεῖνο τὸ « ἢ τῶν παρεπομένων» προστίθεται. ἐπὶ μὲν γὰρ τῶν συνθέτων καὶ τῶν μεθ’ ἑτέρων ἢ ἐν ἄλλοις ὄντων καὶ τῶν περιεχομένων ὑφ’ ἑτέροις τὰ μὲν ὡς προηγούμενα τὰ δ’ ὡς ἑπόμενα νοεῖται, καὶ τὰ μὲν ὡς ὄντα τὰ δ’ ὡς ἐπισυμβαίνοντα
ταῖς οὐσίαις· σύνταξις γάρ τις αὐτῶν συνίσταται, ἀνοικειότης τε μεταξὺ παρεμπίπτει καὶ διάστασις· ἐπὶ δὲ τῶν κρειττόνων πάντα ἐν τῷ εἶναι νοεῖται, καὶ τὰ ὅλα προηγουμένως ὑπάρχει, χωριστά τε ἐστὶ καθ’ αὑτὰ καὶ οὐκ ἀφ’ ἑτέρων ἢ ἐν ἄλλοις ἔχοντα τὴν ὑπόστασιν. ὥς τε οὐδέν ἐστιν ἐπ’ αὐτῶν παρεπόμενον, οὐκ οὖν οὐδ’ ἀπὸ τούτων χαρακτηρίζεται αὐτῶν ἡ ἰδιότης.Καὶ δεῖ ἐπὶ τῷ τέλει τῆς ἐρωτήσεως συμφέρειν τὴν κατὰ φύσιν διάκρισιν· τὸ μὲν γὰρ ἐρώτημα ἐπιζητεῖ, πῶς ταῖς ἐνεργείαις καὶ ταῖς φυσικαῖς κινήσεσι καὶ τοῖς παρεπομένοις αἱ οὐσίαι γνωρίζονται. τὸ δὲ πᾶν τοὐναντίον ὑπάρχει· εἰ μὲν γὰρ ἦσαν αἱ ἐνέργειαι καὶ κινήσεις ὑποστατικαὶ τῶν οὐσιῶν, αὐταὶ καὶ τῆς διαφορότητος ἂν αὐτῶν ἦσαν κύριαι, εἰ δ’ αἱ οὐσίαι γεννῶσι τὰς ἐνεργείας, αὐταὶ πρότερον οὖσαι χωρισταὶ παρέχουσι καὶ ταῖς κινήσεσι καὶ ἐνεργείαις καὶ τοῖς παρεπομένοις τὸ διίστασθαι·
καὶ τοῦτο δὴ οὖν εἰς τὴν θήραν τῆς νυνὶ ζητουμένης ἰδιότητος ὑπεναντίως ἔχει.Τὸ δ’ ὅλον, πότερον ἓν γένος ἡγούμενος θεῶν, καὶ δαιμόνων ἕν, καὶ ἡρώων ὡσαύτως, καὶ ψυχῶν τῶν καθ’ αὑτὰς ἀσωμάτων, ἀπαιτεῖς αὐτῶν τὴν κατὰ τὰ ἰδιώματα διάκρισιν, ἢ πολλὰ ἕκαστα τιθέμενος. εἰ μὲν γὰρ ἓν ἕκαστον ὑπολαμβάνεις, συγχεῖται πᾶσα τῆς ἐπιστημονικῆς θεολογίας ἡ διάταξις, εἰ δ’ ὥσπερ ἐστὶν ἐμπλησθῆναι, τοῖς γένεσιν ἀφώρισται, καὶ οὐκ ἔστιν ἐπ’ αὐτοῖς εἷς οὐσιώδης κοινὸς λόγος, ἀλλὰ τὰ πρότερον αὐτῶν ἀπὸ τῶν καταδεεστέρων ἐξῄρηται, οὔτε οἷόν τε κοινὰ αὐτῶν ἐξευρεῖν πέρατα· ἐάν τε καὶ ᾖ δυνατόν, αὐτὸ δὲ τοῦτο τὰ ἰδιώματα αὐτῶν ἀναιρεῖ· ταύτῃ μὲν οὖν οὐκ ἄν τις εὕροι τὸ ἐπιζητούμενον· τὴν δὲ ἀνὰ τὸν αὐτὸν λόγον ταυτότητα ἐπὶ τῶν ἀναφερόντων λογιζόμενος, οἷον ἐπὶ τῶν πολλῶν ἐν τοῖς θεοῖς γενῶν, καὶ αὖθις ἐπὶ τῶν ἐν τοῖς δαίμοσι καὶ ἥρωσι, καὶ τὸ τελευταῖον ἐπὶ τῶν ψυχῶν, δύναιτο ἄν τις αὐτῶν ἀφορίζεσθαι τὴν ἰδιότητα.
Τίς μὲν οὖν ὀρθότης ἦν τῆς παρούσης ἐρωτήσεως καὶ διορισμὸς αὐτῆς, πῶς ἀδύνατος καὶ πῶς δυνατὴ γενέσθαι, διὰ τοῦτο ἡμῖν παραδεδείχθω·