De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

ἐπεὶ δὲ ὁ νεανίας ὁδῷ τινι ἐμμελεῖ ἀγόμενος τῆς ἐκπρεπείας ἤδη ἀντελαμβάνετο καὶ τῆς ἡδονῆς καὶ ἀκολουθίας τῆς ἐν τοῖς μαθήμασι, συνιδὼν [τὸ γινόμενον] ὁ σοφὸς [καὶ] ὅτι οὐκ ἂν ἑκὼν ἔτι ἀποσταίη [οὐδὲ ἀπόσχοιτο] τῆς μαθήσεως, οὐδ’ εἰ πάντα πάθοι, πενίαν ὑπετιμήσατο καὶ ἀπορίαν τῶν τριωβόλων.

ἐκείνου δὲ εἰπόντος ἀλλὰ καὶ χωρὶς τούτων οἷός τέ εἶμι μανθάνειν καὶ διαδέχεσθαί σου τὰ μαθήματα», ἐπήνεγκεν ἀλλ’ οὐδ’ αὐτὸς τὰ πρὸς τροφὴν ἐπιτήδεια ἔχω ἔτι οὐδ’ εἰς ἐμαυτόν· δέον οὖν σχολάζειν εἰς πορισμὸν τῶν καθ’ ἡμέραν ἀναγκαίων καὶ τῆς ἐφημέρου τροφῆς, οὐ καλῶς ἔχει ἄβακι καὶ ἀνονήτοις ματαιοπονήμασιν ἑαυτὸν ἀντιπερισπᾶν. ὥστε τὸν νεανίαν δυσαποσπάστως τοῦ συνείρειν τὴν θεωρίαν ἔχοντα καὶ ταῦτ’ εἰπεῖν ἐγώ σοι λοιπὸν ποριῶ καὶ ἀντιπελαργήσω τρόπον τινά· κατὰ γὰρ ἕκαστον σχῆμα τριώβολον αὐτός σοι ἀντιπαρέξω.