De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

ὅτι δὲ αὐτὸς ἦν ὁ ταῦτα κατορθώσας, τεκμήριον μὲν καὶ ἀπὸ τῶν χρησμῶν τοῦ Ἀπόλλωνος, τότε τὴν κατάλυσιν διασημαινόντων τῷ Φαλάριδι γενήσεσθαι τῆς ἀρχῆς, ὅτε κρείττονες καὶ ὁμονοητικώτεροι γένοιντο καὶ συνιστάμενοι μετ’ ἀλλήλων οἱ ἀρχόμενοι, οἷοι καὶ τότε ἐγένοντο Πυθαγόρου παρόντος διὰ τὰς ὑφηγήσεις αὐτοῦ καὶ παιδεύσεις. τούτου δ’ἔτι μεῖζον τεκμήριον ἦν ἀπὸ τοῦ χρόνου· ἐπὶ γὰρ τῆς αὐτῆς ἡμέρας Πυθαγόρᾳ τε καὶ Ἀβάριδι Φάλαρις ἐπῆγε κίνδυνον περὶ θανάτου καὶ αὐτὸς ὑπὸ τῶν ἐπιβουλευόντων ἀπεσφάγη. καὶ τὸ κατ’ Ἐπιμενίδην δὲ τῶν αὐτῶν τούτων ἔστω τεκμήριον.

ὥσπερ γὰρ Ἐπιμενίδης ὁ Πυθαγόρου μαθητής, μέλλων ὑπό τινων ἀναιρεῖσθαι, ἐπειδὴ τὰς ἐρινύας ἐπεκαλέσατο καὶ τοὺς τιμωροὺς θεούς, ἐποίησε τοὺς ἐπιβουλεύοντας πάντας ἄρδην περὶ ἑαυτοῖς ἀποσφαγῆναι, οὕτω δήπου καὶ Πυθαγόρας, ἐπαμύνων τοῖς ἀνθρώποις κατὰ τὴν τοῦ Ἡρακλέους δίκην καὶ ἀνδρείαν, τὸν ἐξυβρίζοντα καὶ πλημμελοῦντα εἰς τοὺς ἀνθρώπους ἐπ’ ὠφελείᾳ τῶν ἀνθρώπων ἐκόλασε καὶ θανάτῳ παρέδωκε δι’ αὐτῶν τῶν χρησμῶν τοῦ Ἀπόλλωνος, οἷς ἦν αὐτοφυῶς συνηρτημένος ἀπὸ τῆς ἐξ ἀρχῆς γενέσεως. τοῦτο μὲν οὖν τὸ θαυμαστὸν

αὐτοῦ τῆς ἀνδρείας κατόρθωμα ἄχρι τοσούτου μνήμης ἠξιώκαμεν.

ἄλλο δὲ τεκμήριον αὐτῆς ποιησώμεθα τὴν σωτηρίαν τῆς ἐννόμου δόξης, δι’ ἣν αὐτός τε μόνος τὰ δοκοῦντα ἑαυτῷ ἔπραττε καὶ τὰ ὑπὸ τοῦ ὀρθοῦ λόγου ὑπαγορευόμενα, μήτε ὑπὸ ἡδονῆς μήτε ὑπὸ πόνου μήτε ὑπ’ ἄλλου τινὸς πάθους ἢ κινδύνου μεθιστάμενος ἀπ’ αὐτῶν, οἵ τε ἑταῖροι αὐτοῦ πρὸ τοῦ τι παραβῆναι τῶν ὁρισθέντων ὑπ’ αὐτοῦ ᾑροῦντο ἀποθανεῖν, ἐν παντοδαπαῖς τε τύχαις ἐξεταζόμενοι τὸ αὐτὸ ἦθος ἀδιάφθορον διεφύλαττον, ἐν μυρίαις τε συμφοραῖς γενόμενοι οὐδέποτε ὑπ’αὐτῶν μετετράπησαν. ἦν δὲ καὶ ἀδιάλειπτος παρ’ αὐτοῖς παράκλησις τὸ νόμῳ βοηθεῖν ἀεὶ καὶ ἀνομίᾳ πολεμεῖν, καὶ πρὸς τὸ εἴργειν καὶ ἀπωθεῖσθαι τὴν τρυφὴν καὶ συνεθίζεσθαι ἀπὸ γενετῆς σώφρονι καὶ ἀνδρικῷ βίῳ.

ἦν δέ τινα μέλη παρ’ αὐτοῖς πρὸς τὰ ψυχῆς πάθη πεποιημένα, πρός τε ἀθυμίας καὶ δηγμοὺς, ἃ δὴ βοηθητικώτατα ἐπινενόητο, καὶ πάλιν αὖ ἕτερα πρός τε τὰς ὀργὰς καὶ πρὸς τοὺς θυμούς, δι’ ὧν ἐπιτείνοντες αὐτὰ καὶ ἀνιέντες ἄχρι τοῦ μετρίου σύμμετρα πρὸς ἀνδρείαν ἀπειργάζοντο. ἦν δὲ καὶ τοῦτο μέγιστον εἰς γενναιότητα ἕρμα, τὸ πεπεῖσθαι ὡς οὐδὲν δεῖ τῶν ἀνθρωπίνων συμπτωμάτων ἀπροσδόκητον εἶναι παρὰ τοῖς νοῦν ἔχουσιν, ἀλλὰ πάντα προσδοκᾶν ὧν μὴ τυγχάνουσιν αὐτοὶ κύριοι ὄντες.

οὐ μὴν ἀλλ’ εἴ ποτε συμβαίη αὐτοῖς ἢ ὀργὴ ἢ λύπη ἢ ἄλλο τι τῶν τοιούτων, ἐκποδὼν ἀπηλλάττοντο καὶ καθ’ ἑαυτὸν

ἕκαστος γενόμενος ἐπειρᾶτο καταπέττειν τε καὶ ἰατρεύειν τὸ πάθος ἀνδρικῶς. ἦν δὲ γεννικὸν αὐτῶν καὶ τὸ περὶ τὰ μαθήματα καὶ ἐπιτηδεύματα ἐπίπονον καὶ αἱ τῆς ἐμφύτου πᾶσιν ἀκρασίας τε καὶ πλεονεξίας βάσανοι ποικιλώταταί τε κολάσεις καὶ ἀνακοπαὶ πυρὶ καὶ σιδήρῳ συντελούμεναι ἀπαραιτήτως καὶ οὔτε πόνων οὔτε καρτερίας οὐδεμιᾶς φειδόμεναι. τοῦτο μὲν γὰρ ἀποχὴ ἐμψύχων ἁπάντων καὶ προσέτι βρωμάτων τινῶν ἠσκεῖτο γενναίως, τοῦτο δὲ εὐαύγειαι τοῦ λογισμοῦ καὶ εἰλικρίνειαι τῶν ἐμποδιζόντων ἐπετηδεύοντο, τοῦτο δὲ ἐχεμυθία τε καὶ παντελὴς σιωπὴ πρὸς τὸ γλώσσης κρατεῖν συνασκοῦσα ἐπὶ ἔτη πολλὰ τὴν ἀνδρείαν αὐτῶν ἐγύμναζεν, ἥ τε σύντονος καὶ ἀδιάπνευστος περὶ τὰ δυσληπτότατα τῶν θεωρημάτων ἐξέτασίς τε καὶ ἀνάληψις·

διὰ ταὐτὰ δὲ ἀνοινία καὶ ὀλιγοσιτία καὶ ὀλιγοϋπνία, δόξης τε καὶ πλούτου καὶ τῶν ὁμοίων ἀνεπιτήδευτος περιφρόνησις, καὶ ταῦτα πάντα εἰς ἀνδρείαν αὐτοῖς συνέτεινεν. οἴκτων δὲ καὶ δακρύων καὶ πάντων τῶν τοιούτων εἴργεσθαι τοὺς ἄνδρας ἐκείνους φασίν. ἀπείχοντο δὲ καὶ δεήσεων καὶ ἱκετειῶν καὶ πάσης τῆς τοιαύτης ἀνελευθέρου θωπείας ὡς ἀνάνδρου καὶ ταπεινῆς οὔσης. τῆς δὲ αὐτῆς ἰδέας τῶν ἠθῶν θετέον καὶ ὅτι τὰ κυριώτατα καὶ συνεκτικώτατα

τῶν ἐν αὐτῇ δογμάτων ἀπόρρητα ἐν ἑαυτοῖς διεφύλαττον ἅπαντες ἀεί, μετὰ ἀκριβοῦς ἐχεμυθίας πρὸς τοὺς ἐξωτερικοὺς ἀνέκφορα διατηροῦντες ἀγράφως ἐν μνήμῃ τοῖς διαδόχοις ἅπερ μυστήρια θεῶν μεταπαραδιδόντες.

διόπερ οὐδὲν ἐξεφοίτησε τῶν γε λόγου ἀξίων μέχρι πολλοῦ, διδασκόμενα δὲ καὶ μανθανόμενα ἐντὸς τοίχων μόνον ἐγνωρίζετο. ἐπὶ δὲ τῶν θυραίων καὶ ὡς εἰπεῖν βεβήλων, εἰ καί ποτε τύχοι, διὰ συμβόλων ἀλλήλοις οἱ ἄνδρες ᾐνίττοντο, ὧν ἴχνος ἐστὶ νῦν ὧν περιφέρονται τὰ θρυλούμενα, οἷον πῦρ μαχαίρῃ μὴ σκάλευε, καὶ τὰ τοιαῦτα σύμβολα, ἅπερ ψιλῇ μὲν τῇ φράσει γραώδεσιν ὑποθήκαις ἔοικε, διαπτυσσόμενα δὲ θαυμαστήν τινα καὶ σεμνὴν ὠφέλειαν παρέχεται τοῖς μεταλαβοῦσι.