De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

ἔπειτα μέντοι κατὰ τὸν πλοῦν ἐγκρατῶς αὐτοῦ τε καὶ σεμνῶς ἀκολούθως τε τῇ συντρόφῳ ἐπιτηδεύσει διάγοντος ἄμεινον περὶ αὐτοῦ διατεθέντες καὶ μεῖζόν τι ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἐνιδόντες τῇ τοῦ παιδὸς εὐκοσμίᾳ, ἀναμνησθέντες τε ὡς προσορμίσασιν εὐθὺς αὐτοῖς ὤφθη κατιὼν ἀπ’ ἄκρου τοῦ Καρμήλου λόφου, ἱερώτατον δὲ τῶν ἄλλων ὀρῶν ἠπίσταντο αὐτὸ καὶ (τοῖς) πολλοῖς ἄβατον, σχολαίως τε καὶ ἀνεπιστρεπτὶ βαίνων, οὔτε κρημνώδους τινὸς οὔτε δυσβάτου πέτρας ἐνισταμένης, καὶ ἐπιστὰς τῷ σκάφει, μόνον τε ἐπιφθεγξάμενος εἰς Αἴγυπτον ὁ ἀπόπλους; κατανευσάντων αὐτῶν ἐνέβη καὶ σιωπῇ ἐκάθισεν ἔνθα μάλιστα οὐκ ἔμελλεν αὐτοῖς ἐμπόδιος ἔσεσθαι ναυτιλλομένοις,

(καὶ) παρ’ ὅλον τὸν πλοῦν ἐφ’ ἑνός τε καὶ τοῦ αὐτοῦ σχήματος διέμεινε δύο νύκτας καὶ τρεῖς ἡμέρας μήτε τροφῆς μήτε ποτοῦ μετασχὼν μήτε ὕπνου, ὅτι εἰ μὴ λαθὼν ἅπαντας ὡς εἶχεν ἐν τῇ ἑδραία καὶ ἀσαλεύτῳ ἐπιμονῇ κατέδαρθε βραχύ, καὶ ταῦτα διηνεκοῦς καὶ σεσυρμένου παρὰ προσδοκίαν εὐθυτενοῦς τε συμβάντος αὐτοῖς τοῦ πλοῦ ὡσάν τινος παρουσίᾳ θεοῦ· πάντα συντιθέντες τὰ τοιάδε καὶ ἐπισυλλογίζόμενοι δαίμονα θεῖον ὡς ἀληθῶς ἐπείσθησαν σὺν αὐτοῖς

ἀπὸ Συρίας εἰς Αἴγυπτον μετιέναι, καὶ τόν τε περίλοιπον εὐφημότατα πλοῦν διεξήνυσαν, καὶ σεμνοτέροις ἤπερ εἰώθεσαν ὀνόμασί τε καὶ πράγμασιν ἐχρήσαντο πρός τε ἀλλήλους καὶ πρὸς αὐτὸν μέχρι τῆς εὐτυχεστάτης συμβάσης αὐτοῖς καὶ ἀκυμάντου παρ’ ὅλον (τὸν πλοῦν) εἰς τὴν Αἰγυπτίαν ᾐόνα τοῦ σκάφους προσοχῆς.