De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

*** καὶ ταῦτα πρὸς ἐκεῖνον εἰπεῖν καὶ τὰ περὶ Φιντίαν καὶ Δάμωνα,

περί τε Πλάτωνος καὶ Ἀρχύτου, καὶ τὰ περὶ Κλεινίαν καὶ Πρῶρον. χωρὶς τοίνυν τούτων Εὐβούλου τοῦ Μεσσηνίου πλέοντος εἰς σἶκον καὶ ληφθέντος ὑπὸ Τυρρηνῶν καὶ καταχθέντος εἰς Τυρρηνίαν, Ναυσίθοος ὁ Τυρρηνός, Πυθαγόρειος ὤν, ἐπιγνοὺς αὐτὸν ὅτι τῶν Πυθαγόρου μαθητῶν ἐστιν, ἀφελόμενος τοὺς λῃστὰς μετ’ ἀσφαλείας πολλῆς εἰς τὴν Μεσσήνην αὐτὸν κατέστησε.

Καρχηδονίων τε πλείους ἢ πεντάκις χιλίους ἄνδρας, τοὺς παρ’ αὐτοῖς στρατευομένους, εἰς νῆσον ἔρημον ἀποστέλλειν μελλόντων, ἰδὼν ἐν τούτοις Μιλτιάδης ὁ Καρχηδόνιος Ποσιδῆν Ἀργεῖον, (ἐτύγχανον δὲ) ἀμφότεροι τῶν Πυθαγορείων ὄντες, προσελθὼν αὐτῷ τὴν μὲν πρᾶξιν τὴν ἐσομένην οὐκ ἐδήλωσεν, ἠξίου δ’αὐτὸν εἰς τὴν ἰδίαν ἀποτρέχειν τὴν ταχίστην, καὶ παραπλεούσης νεὼς συνέστησεν αὐτὸν ἐφόδιον προσθεὶς καὶ τὸν ἄνδρα διέσῳσεν ἐκ τῶν κινδύνων. ὅλως δὲ πάσας εἴ τις λέγοι τὰς γεγενημένας ὁμιλίας τοῖς Πυθαγορείοις πρὸς ἀλλήλους, ὑπεραίροι ἂν τῷ μήκει τὸν ὄγκον καὶ τὸν καιρὸν τοῦ συγγράμματος.

μέτειμι οὖν μᾶλλον ἐπ’ ἐκεῖνα, ὡς ἦσαν ἔνιοι τῶν Πυθαγορείων πολιτικοὶ καὶ ἀρχικοί. καὶ γὰρ νόμους ἐφύλαττον καὶ πόλεις Ἰταλικὰς διῴκησάν τινες, ἀποφαινόμενοι μὲν καὶ συμβουλεύοντες τὰ ἄριστα

ὧν ὑπελάμβανον, ἀπεχόμενοι δὲ δημοσίων προσόδων. πολλῶν δὲ γιγνομένων κατ’ αὐτῶν διαβολῶν ὅμως ἐπεκράτει μέχρι τινὸς ἡ πῶν Πυθαγορείων καλοκαγαθία καὶ ἡ τῶν πόλεων αὐτῶν βούλησις, ὥστε ὑπ’ ἐκείνων οἰκονομεῖσθαι βούλεσθαι τὰ περὶ τὰς πολιτείας. ἐν τούτῳ δὲ τῷ χρόνῳ δοκοῦσιν αἱ κάλλισται τῶν πολιτειῶν ἐν Ἰταλίᾳ γενέσθαι καὶ ἐν Σικελίᾳ.

Χαρώνδας τε γὰρ ὁ Καταναῖος, εἷς εἶναι δοκῶν τῶν ἀρίστων νομοθετῶν, [Πυθαγόρειος ἦν,] Ζάλευκός τε καὶ Τιμάρης οἱ Λοκροί, (οἱ) ὀνομαστοὶ γεγενημένοι ἐπὶ νομοθεσίᾳ, Πυθαγόρειοι ἦσαν, οἱ τε τὰς Ῥηγινικὰς πολιτείας συστήσαντες, τήν τε γυμνασιαρχικὴν κληθεῖσαν καὶ τὴν ἐπὶ Θεοκλέους ὀνομαζομένην, Πυθαγόρειοι λέγονται εἶναι. Φύτιός τε καὶ Θεοκλῆς καὶ Ἑλικάων καὶ Ἀριστοκράτης διήνεγκαν ἐπιτηδεύμασί τε καὶ ἔθεσιν, οἷς καὶ αἱ ἐν ἐκείνοις τοῖς τόποις πόλεις κατ’ ἐκείνους τοὺς χρόνους ἐχρήσαντο.

ὅλως δὲ εὑρετὴν αὐτὸν γενέσθαι φασὶ καὶ τῆς πολιτικῆς ὅλης παιδείας, εἰπόντα μηδὲν εἰλικρινὲς εἶναι τῶν ὄντων πραγμάτων, ἀλλὰ μετέχειν καὶ γῆν πυρὸς καὶ πῦρ ὕδατος καὶ πνευμάτων καὶ ταῦτα πνεύματος, ἔτι καλὸν αἰσχροῦ καὶ δίκαιον ἀδίκου καὶ τἄλλα

κατὰ λόγον τούτοις. ἐκ δὲ ταύτης τῆς ὑποθέσεως λαβεῖν τὸν λόγον τὴν εἰς ἑκάτερον μέρος ὁρμήν. δύο δὲ εἶναι κινήσεις καὶ τοῦ σώματος καὶ τῆς ψυχῆς, τὴν μὲν ἄλογον, τὴν δὲ προαιρετικήν. πολιτειῶν δὲ γραμμάς τινας· τοιάσδε τρεῖς συστησάμενον τοῖς ἄκροις ἀλλήλων συμψαυούσας, μίαν ὀρθὴν γωνίαν ποιούσας, τὴν μὲν ἐπίτριτον φύσιν ἔχουσαν, τὴν δὲ πέντε τοιαῦτα δυναμένην, τὴν δὲ τούτων ἀμφοτέρων ἀνὰ μέσον.

λογιζομένων δ’ ἡμῶν τάς τε τῶν γραμμῶν πρὸς ἀλλήλας συμπτώσεις καὶ τὰς τῶν χωρίων τῶν ἀπὸ τούτων, βελτίστην ὑποτυποῦσθαι πολιτείας εἰκόνα. σφετερίσασθαι δὲ τὴν δόξαν

Πλάτωνα, λέγοντα φανερῶς ἐν τῇ Πολιτείᾳ τὸν ἐπίτριτον ἐκεῖνον πυθμένα τὸν τῇ πεμπάδι συζευγνύμενον καὶ τὰς δύο παρεχόμενον ἁρμονίας. ἀσκῆσαι δὲ φασὶν αὐτὸν καὶ τὰς μεπριοπαθείας καὶ τὰς μεσότητας καὶ τὸ σύν τινι προηγουμένῳ τῶν ἀγαθῶν ἕκαστον εὐδαίμονα ποιεῖν τὸν βίον, καὶ συλλήβδην προσευρεῖν τὴν αἵρεσιν τῶν ἡμετέρων ἀγαθῶν καὶ προσηκόντων ἔργων.

ἀπαλλάξαι δὲ λέγεται τοὺς Κροτωνιάτας καὶ τῶν παλλακίδων καὶ καθόλου τῆς πρὸς τὰς ἀνεγγύους γυναῖκας ὁμιλίας. πρὸς Δεινωνὼ γὰρ τὴν Βροντίνου γυναῖκα, τῶν Πυθαγορείων ἑνός, οὖσαν σοφήν τε καὶ περιττὴν τὴν ψυχήν, ἧς ἐστὶ καὶ τὸ καλὸν καὶ περιβόητον ῥῆμα, τὸ τὴν γυναῖκα δεῖν θύειν αὐθημερὸν ἀνισταμένην ἀπὸ τοῦ ἑαυτῆς ἀνδρός, ὅ τινες εἰς Θεανὼ ἀναφέρουσι, πρὸς δὴ ταύτην παρελθούσας τὰς τῶν Κροτωνιατῶν γυναῖκας παρακαλέσαι περὶ τοῦ συμπεῖσαι τὸν Πυθαγόραν διαλεχθῆναι περὶ τῆς πρὸς αὐτὰς σωφροσύνης τοῖς ἀνδράσιν αὐτῶν. ὃ δὴ καὶ συμβῆναι, καὶ τῆς γυναικὸς ἐπαγγειλαμένης καὶ τοῦ Πυθαγόρσυ διαλεχθέντος καὶ τῶν Κροτωνιατῶν πεισθέντων ἀναιρεθῆναι παντάπασι τὴν τότε ἐπιπολάζουσαν ἀκολασίαν.

ἔτι φασὶ Πυθαγόραν, ἀφικομένων εἰς τὴν πόλιν τῶν Κροτωνιατῶν ἐκ τῆς Συβάριδος πρεσβευτῶν ἐπὶ τὴν ἐξαίτησιν τῶν φυγάδων, θεασάμενόν τινα τῶν πρέσβεων αὐτόχειρα γεγενημένον τῶν αὐτοῦ φίλων, μηδὲν ἀποκρίνασθαι αὐτῷ. ἐπερομένου δὲ τοῦ ἀνθρώπου καὶ βουλομένου τῆς ὁμιλίας αὐτοῦ μετέχειν, εἰπεῖν ὡς οὐ θεμιστεύοι τοῖς ἀνθρώποις ὅθεν δὴ καὶ παρά τισιν Ἀπόλλωνα ὀνομασθῆναι αὐτόν.

ταῦτα δὴ πάντα καὶ ὅσα μικρὸν ἔμπροσθεν εἰρήκαμεν περὶ τῆς τῶν τυράννων καταλύσεως καὶ τῆς τῶν πόλεων ἐλευθερώσεως τῶν ἐν Ἰταλίᾳ τε καὶ Σικελίᾳ καὶ ἄλλων πλειόνων, δείγματα ποιησώμεθα τῆς εἰς τὰ πολιτικὰ ἀγαθὰ ὡφελείας αὐτοῦ, ἣν συνεβάλλετο τοῖς ἀνθρώποις.

Τὸ δὴ μετὰ τοῦτο μηκέθ’ οὑτωσὶ κοινῶς, ἀλλὰ καὶ κατ’ ἰδίαν ἀποτεμόμενοι τὰ τῶν ἀρετῶν ἔργα αὐτοῦ τῷ λόγῳ κοσμήσωμεν. ἀρξώμεθα δὲ πρῶτον ἀπὸ θεῶν, ὥσπερ καὶ νομίζεται, τήν τε ὁσιότητα αὐτοῦ πειραθῶμεν ἐπιδεῖξαι καὶ τὰ ἀπ’ αὐτῆς θαυμαστὰ ἔργα ἐπιδείξωμεν ἑαυτοῖς καὶ τῷ λόγῳ κοσμήσωμεν. ἓν μὲν οὖν δεῖγμα

αὐτῆς ἐκεῖνο ἔστω, οὗ καὶ πρότερον ἐμνημονεύσαμεν, ὅτι δὴ ἐγίνωσκε τὴν ἑαυτοῦ ψυχήν, τίς ἦν καὶ πόθεν εἰς τὸ σῶμα εἰσεληλύθει, τούς τε προτέρους αὐτῆς βίους, καὶ τούτων πρόδηλα τεκμήρια παρεῖχε. μετὰ τοῦτο τοίνυν ἐκεῖνο. Νέσσον ποτὲ τὸν ποταμὸν σὺν πολλοῖς τῶν ἑταίρων διαβαίνων προσεῖπε τῇ φωνῇ, καὶ ὁ ποπαμὸς γεγωνόν τι καὶ τρανὸν ἀπεφθέγξατο πάντων ἀκουόντων, χαῖρε, Πυθαγόρα. ἔτι μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ ἔν τε Μεταποντίῳ τῆς Ἰταλίας καὶ ἐν Ταυρομενίῳ τῆς Σικελίας συγγεγονέναι καὶ διειλέχθαι κοινῇ τοῖς ἑκατέρωθι ἑταίροις αὐτὸν διαβεβαιοῦνται σχεδὸν ἅπαντες, σταδίων
ἐν μεσαιχμίῳ παμπόλλων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὑπαρχόντων, οὐδ’ ἡμέραις ἀνυσίμων πάνυ πολλαῖς.

τὸ μὲν γὰρ ὅτι τὸν μηρὸν χρύσεον ἐπέδειξεν Ἀβάριδι τῷ Ὑπερβορέῳ, εἰκάσαντι αὐτὸν Ἀπόλλωνα εἶναι τὸν (ἐν) Ὑπερβορέοις, οὗπερ ἦν ἱερεὺς ὁ Ἄβαρις, βεβαιοῦντα ὡς τοῦτο ἀληθὲς ὑπολαμβάνοι καὶ οὐ διαψεύδοιτο, καὶ πάνυ τεθρύληται. καὶ μυρία ἕτερα τούτων θειότερα καὶ θαυμαστότερα περὶ τἀνδρὸς ὁμαλῶς καὶ συμφώνως ἱστορεῖται, προρρήσεις τε σεισμῶν ἀπαράβατοι καὶ λοιμῶν ἀποτροπαὶ σὺν τάχει καὶ ἀνέμων βιαίων χαλαζῶν τ’ ἐκχύσεως παραυτίκα κατευνήσεις καὶ κυμάτων ποταμίων τε καὶ θαλασσίων ἀπευδιασμοὶ πρὸς εὐμαρῆ τῶν ἑταίρων διάβασιν. ὧν μεταλαβόντας Ἐμπεδοκλέα τε τὸν Ἀκραγαντῖνον καὶ Ἐπιμενίδην τὸν Κρῆτα καὶ Ἄβαριν τὸν Ὑπερβόρειον πολλαχῇ καὶ αὐτοὺς τοιαῦτά τινα ἐπιτετελεκέναι.

δῆλα δ’ αὐτῶν τὰ ποιήματα ὑπάρχει, ἄλλως τε καὶ ἀλεξανέμας μὲν ὂν τὸ ἐπώνυμον Ἐμπεδοκλέους, καθαρτὴς δὲ τὸ Ἐπιμενίδου, αἰθροβάτης δὲ τὸ Ἀβάριδος, ὅτι ἄρα ὀιστῷ τοῦ ἐν Ὑπερβορέοις Ἀπόλλωνος δωρηθέντι αὐτῷ ἐποχούμενος ποταμούς τε καὶ πελάγη καὶ τὰ ἄβατα διέβαινεν, ἀεροβατῶν τρόπον τινά, ὅπερ ὑπενόησαν καὶ Πυθαγόραν τινὲς πεπονθέναι

τότε ἡνίκα καὶ ἐν Μεταποντίῳ καὶ ἐν Ταυρομενίῳ τοῖς ἑκατέρωθι ἑταίροις ὡμίλησε τῇ αὐτῇ ἡμέρᾳ.

λέγεται δ’ ὅτι καὶ σεισμὸν ἐσόμενον ἀπὸ φρέατος, οὗ ἐγεύσατο, προηγόρευσε, καὶ περὶ νεὼς οὐριοδρομούσης, ὅτι καταποντισθήσεται.

καὶ ταῦτα μὲν ἔστω τεκμήρια τῆς εὐσεβείας αὐτοῦ. βούλομαι δὲ ἄνωθεν τὰς ἀρχὰς ὑποδεῖξαι τῆς τῶν θεῶν θρησκείας, ἃς προεστήσατο Πυθαγόρας τε καὶ οἱ ἀπ’ αὐτοῦ ἄνδρες.

ἅπαντα ὅσα περὶ τοῦ πράττειν ἢ μὴ πράττειν διορίζουσιν, ἐστόχασται τῆς πρὸς τὸ θεῖον ὁμολογίας, καὶ ἀρχὴ αὕτη ἐστὶ καὶ βίος ἅπας συντέτακται πρὸς τὸ ἀκολουθεῖν τῷ θεῷ, καὶ ὁ λόγος οὗτος ταύτης ἐστὶ τῆς φιλοσοφίας, ὅτι γελοῖον ποιοῦσιν ἄνθρωποι ἄλλοθέν ποθεν ζητοῦντες τὸ εὖ ἢ παρὰ τῶν θεῶν, καὶ ὅμοιον ὥσπερ ἂν εἴ τις ἐν βασιλευομένῃ χώρᾳ τῶν πολιτῶν τινὰ ὕπαρχον θεραπεύσῃ, ἀμελήσας αὐτοῦ τοῦ πάντων ἄρχοντος [καὶ βασιλεύοντος]· τοιοῦτον γὰρ οἴονται ποιεῖν καὶ τοὺς ἀνθρώπους. ἐπεὶ γὰρ ἔστι τε θεὸς καὶ οὗτος πάντων κύριος, δεῖν δὲ ὡμολόγηται παρὰ τοῦ κυρίου τἀγαθὸν

αἰτεῖν, πάντες τε, οὓς μὲν ἂν φιλῶσι καὶ οἷς ἂν χαίρωσι, τούτοις διδόασι τἀγαθά, πρὸς δὲ οὓς ἐναντίως ἔχουσι, τἀναντία, δῆλον ὅτι ταῦτα πρακτέον οἷς τυγχάνει ὁ θεὸς χαίρων.

ταῦτα δὲ οὐ ῥᾴδιον εἰδέναι, ἂν μή τις ἢ θεοῦ ἀκηκοότος ἢ θεοῦ ἀκούσῃ ἢ διὰ τέχνης θείας πορίζηται. διὸ καὶ περὶ τὴν μαντικὴν σπουδάζουσι· μόνη γὰρ αὕτη ἑρμηνεία τῆς παρὰ τῶν θεῶν διανοίας ἐστί. καὶ ὅμως δὲ τὴν αὐτῶν πραγματείαν ἀξίαν τῳ δόξειεν εἶναι τῷ οἰομένῳ θεοὺς εἶναι, τοῖς δ’ εὐήθειαν θάτερον τούτων καὶ ἀμφότερα. ἔστι δὲ καὶ τῶν ἀποταγμάτων τὰ πολλὰ ἐκ τελετῶν εἰσενηνεγμένα, διὰ τὸ οἴεσθαί τι εἶναι αὐτοὺς τὰ τοιαῦτα καὶ μὴ νομίζειν ἀλαζονείαν, ἀλλ’ ἀπό τινος θεοῦ ἔχειν τὴν ἀρχήν. καὶ τοῦτό γε πάντες οἱ Πυθαγόρειοι ὅμως ἔχουσι πιστευτικῶς, οἷον περὶ Ἀριστέου τοῦ Προκοννησίου καὶ Ἀβάριδος τοῦ Ὑπερβορέου τὰ μυθολογούμενα καὶ ὅσα ἄλλα τοιαῦτα λέγεται. πᾶσι γὰρ πιστεύουσι τοῖς τοιούτοις, πολλὰ δὲ καὶ αὐτοὶ πειρῶνται, τῶν τοιούτων δὲ τῶν δοκούντων μυθικῶν ἀπομνημονεύουσιν ὡς οὐδὲν ἀπιστοῦντες ὅ τι ἂν εἰς τὸ θεῖον ἀνάγηται.

ἔφη γοῦν Εὔρυτόν τις λέγειν ὅτι φαίη ποιμὴν ἀκοῦσαί τινος ᾄδοντος, νέμων ἐπὶ τῷ

τάφῳ τοῦ Φιλολάου, καὶ τὸν οὐθὲν ἀπιστῆσαι, ἀλλ’ ἐρέσθαι τίνα ἁρμονίαν. ἦσαν δὲ οὗτοι ἀμφότεροι Πυθαγόρειοι, καὶ μαθητὴς Εὔρυτος Φιλολάου. φασὶ δὲ καὶ τῷ Πυθαγόρᾳ τινά ποτε λέγειν ὅτι δοκοίη ποτὲ ἐν τῷ ὕπνῳ τῷ πατρὶ διαλέγεσθαι τεθνεῶτι καὶ ἐπερέσθαι τίνος τοῦτο σημεῖον; τὸν δ’ οὐθενὸς φάναι, ἀλλ’ ὡς διελέγετο αὐτῷ ἀληθῶς· ὥσπερ οὖν οὐδὲ τὸ ἐμοὶ νῦν σε διαλέγεσθαι σημαίνει οὐθέν, οὕτως οὐδὲ (τὸ) ἐκείνῳ. ὥστε πρὸς πάντα τὰ τοιαῦτα οὐχὶ αὑτοὺς εὐήθεις νομίζουσιν, ἀλλὰ τοὺς ἀπιστοῦντας· οὐ γὰρ εἶναι τὰ μὲν δυνατὰ τοῖς θεοῖς, τὰ δὲ ἀδύνατα, ὥσπερ οἴεσθαι τοὺς σοφιζομένους, ἀλλὰ πάντα δυνατά. καὶ ἡ ἀρχὴ ἡ αὐτῇ ἐστι τῶν ἐπῶν, ἃ [ἐκεῖνοι] φασὶ μὲν εἶναι Λίνου, ἔστι μέντοι ἴσως ἐκείνων·
ἔλπεσθαι χρὴ πάντ’, ἐπεὶ οὐκ ἔστ’ οὐδὲν ἄελπτον· ῥᾴδια πάντα θεῷ τελέσαι, καὶ ἀνήνυτον οὐδέν.

τὴν δὲ πίστιν τῶν παρ’ αὐτσῖς ὑπολήφεων ἡγοῦνται εἶναι ταύτην, ὅτι ἦν ὁ πρῶτος εἰπὼν αὐτός, οὐχ ὁ τυχὼν, ἀλλὰ θεός. καὶ ἓν

τοῦτο τῶν ἀκουσμάτων ἐστί, τίς ἢ Πυθαγόρας; φασὶ γὰρ εἶναι Ἀπόλλωνα Ὑπερβόρεον, τούτου δὲ τεκμήρια ἔχεσθαι ὅτι ἐν τῷ ἀγῶνι ἐξανιστάμενος τὸν μηρὸν παρέφηνε χρυσοῦν καὶ ὅτι Ἄβαριν τὸν Ὑπερβόρεον εἱστία καὶ τὸν ὀιστὸν αὐτοῦ ἀφείλετο, ᾧ ἐκυβερνᾶτο.

λέγεται δὲ ὁ Ἄβαρις ἐλθεῖν ἐξ Ὑπερβορέων, ἀγείρων χρυσὸν εἰς τὸν νεὼν καὶ προλέγων λοιμόν. κατέλυε δὲ ἐν τοῖς ἱεροῖς, καὶ οὔτε πίνων οὔτε ἐσθίων ὤφθη ποτὲ οὐθέν. λέγεται δὲ καὶ ἐν Λακεδαιμονίοις θῦσαι τὰ κωλυτήρια, καὶ διὰ τοῦτο οὐδένα ποτὲ ὕστερον ἐν Λακεδαίμονι λοιμὸν γενέσθαι. τοῦτον οὖν τὸν Ἄβαριν παρελόμενος ὃν εἶχεν ὀιστὸν χρυσοῦν, οὗ ἄνευ οὐχ οἷός τ’ ἦν τὰς ὁδοὺς ἐξευρίσκειν, ὁμολογοῦντα ἐποίησε.

καὶ ἐν Μεταποντίῳ, εὐξαμένων τινῶν γενέσθαι αὐτοῖς τὰ ἐν τῷ προσπλέοντι πλοίῳ, νεκρὸς τοίνυν ἂν (εἴη) ὑμῖν ἔφη, καὶ ἐφάνη νεκρὸν ἄγον τὸ πλοῖον. καὶ ἐν Συβάρει τὸν ὄφιν τὸν ἀποκτείναντα τὸν δασὺν ἔλαβε καὶ ἀπεπέμψατο, ὁμοίως δὲ καὶ τὸν ἐν Τυρρηνίᾳ τὸν μικρὸν ὄφιν αὐτὸς ἀπέκτεινε δάκνων. ἐν Κρότωνι δὲ τὸν ἀετὸν τὸν λευκὸν κατέψησεν ὑπομείναντα, ὡς φασί.

βουλομένου δέ τινος ἀκούειν, οὐκ ἔφη πω λέξειν πρὶν ἢ σημεῖόν τι φανῇ, καὶ μετὰ ταῦτα ἐγένετο ἐν Καυλωνίᾳ ἡ λευκὴ ἄρκτος. καὶ πρὸς τὸν μέλλοντα ἐξαγγέλλειν αὐτῷ τὸν τοῦ υἱοῦ θάνατον προεῖπεν αὐτός.

καὶ Μυλλίαν τὸν Κροτωνιάτην ἀνέμνησεν ὅτι ἦν Μίδας ὁ Γορδίου, καὶ ᾤχετο ὁ Μυλλίας εἰς τὴν ἤπειρον, ποιήσων ὅσα ἐπὶ τῷ τάφῳ ἐκέλευσε. λέγουσι δὲ καὶ ὅτι τὴν οἰκίαν αὐτοῦ ὁ πριάμενος καὶ ἀνορύξας, ἃ μὲν εἶδεν οὐδενὶ ἐτολμησεν εἰπεῖν, ἀντὶ δὲ τῆς ἁμαρτίας ταύτης ἐν Κρότωνι ἱεροσυλῶν ἐλήφθη καὶ ἀπέθανε· τὸ γὰρ γένειον ἀποπεσὸν τοῦ ἀγάλματος τὸ χρυσοῦν ἐφωράθη λαβών. ταῦτά τε οὖν λέγουσι πρὸς πίστιν καὶ ἄλλα τοιαῦτα· ὡς δὲ τούτων τε ὁμολογουμένων καὶ ἀδυνάτου ὄντος περὶ ἄνθρωπον ἓνα ταῦτα συμβῆναι, ἤδη οἴονται σαφὲς εἶναι ὅτι ὡς παρὰ κρείττονος ἀποδέχεσθαι χρὴ τὰ παρ’ ἐκείνου λεχθέντα καὶ οὐχὶ ἀνθρώπου. ἀλλὰ καὶ τὸ ἀπορούμενον τοῦτο σημαίνειν·

ἔστι γὰρ παρ’ αὐτοῖς λεγόμενον ὅτι

ἄνθρωπος δίπος ἐστὶ καὶ ὄρνις καὶ τρίτον ἄλλο.
τὸ γὰρ τρίτον Πυθαγόρας ἐστί. τοιοῦτος μὲν οὖν διὰ τὴν εὐσέβειαν ἦν καὶ ἐπὶ τῆς ἀληθείας ἐνομίζετο εἶναι.

περὶ δὲ τοὺς ὅρκους εὐλαβῶς οὕτως διέκειντο πάντες οἱ Πυθαγόρειοι, μεμνημένοι τῆς Πυθαγόρου ὑποθήκης τῆς

ἀθανάτους μὲν πρῶτα θεούς, νόμῳ ὡς διάκεινται, τίμα καὶ σέβου ὅρκον, ἔπειθ’ ἥρωας ἀγαυούς,
ὥστε ὑπὸ νόμου τις αὐτῶν ἀναγκαζόμενος ὀμόσαι, καίτοι εὐορκεῖν μέλλων, ὅμως ὑπὲρ τοῦ διαφυλάξαι τὸ δόγμα ὑπέμεινεν ἀντὶ τοῦ ὀμόσαι τρία μᾶλλον τάλαντα καταθέσθαι, ὅσουπερ τετίμητο τὸ τοιοῦτον τῷ δικασαμένῳ.

ὅτι δ’ οὐδὲν ᾤοντο ἐκ ταὐτομάτου συμβαίνειν καὶ ἀπὸ τύχης, ἀλλὰ κατὰ θείαν πρόνοιαν, μάλιστα τοῖς ἀγαθοῖς καὶ εὐσεβέσι τῶν ἀνθρώπων, βεβαιοῖ τὰ ὑπὸ Ἀνδροκύδου ἐν τῷ περὶ Πυθαγορικῶν συμβόλων ἱστορούμενα περὶ Θυμαρίδου τοῦ Ταραντίνου, Πυθαγορικοῦ. ἀποπλέοντι γὰρ αὐτῷ καὶ χωριζομένῳ διά τινα περίστασιν, παρέστησαν οἱ ἑταῖροι ἀσπαζόμενοί τε καὶ προπεμπτικῶς ἀποτασσόμενοι. καί τις ἤδη ἐπιβάντι τοῦ πλοίου εἶπεν· ὅσα βούλει, παρὰ τῶν θεῶν (γένοιτό σοι), ὦ Θυμαρίδα. καὶ ὃς εὐφήμει ἔφη ἀλλὰ βουλοίμην μᾶλλον, ὅσ’ ἄν μοι παρὰ τῶν θεῶν γένηται. ἐπιστημονικὸν γὰρ τοῦτο ἡγεῖτο μᾶλλον καὶ εὔγνωμον, τὸ μὴ ἀντιτείνειν καὶ προσαγανακτεῖν τῇ θείᾳ προνοίᾳ.

πόθεν δὴ οὖν τὴν τοσαύτην εὐσέβειαν παρέλαβον οὗτοι οἱ ἄνδρες, εἴ τις βούλοιτο μαθεῖν, ῥητέον ὡς τῆς Πυθαγορικῆς κατ’ ἀριθμὸν θεολογίας παράδειγμα ἐναργὲς ἔκειτο παρὰ Ὀρφεῖ.

οὐκέτι δὴ οὖν ἀμφίβολον γέγονε τὸ τὰς ἀφορμὰς παρὰ Ὀρφέως λαβόντα Πυθαγόραν συντάξαι τὸν περὶ θεῶν λόγον, ὃν καὶ ἱερὸν διὰ τοῦτο ἐπέγραψεν, ὡς ἂν ἐκ τοῦ μυστικωτάτου ἀπηνθισμένον παρὰ Ὀρφεῖ τόπου, εἴτε ὄντως τοῦ ἀνδρός, ὡς οἱ πλεῖστοι λέγουσι, σύγγραμμά ἐστιν, εἴτε Τηλαύγους, ὡς ἔνιοι τοῦ διδασκαλείου ἐλλόγιμοι καὶ ἀξιόπιστοι διαβεβαιοῦνται ἐκ τῶν ὑπομνημάτων τῶν Δαρμοῖ τῇ θυγατρί, ἀδελφῇ δὲ Τηλαύγους, ἀπολειφθέντων ὑπ’ αὐτοῦ Πυθαγόρου, ἅπερ μετὰ θάνατον ἱστοροῦσι δοθῆναι Βιτάλῃ τε τῇ Δαμοὺς θυγατρὶ καὶ Τηλαύγει (ἐν) ἡλικίᾳ γενομένῳ, υἱῷ μὲν Πυθαγόρου, ἀνδρὶ δὲ τῆς Βιτάλης· κομιδῇ γὰρ νέος ὑπὸ τὀν Πυθαγόρου θάνατον ἀπολελειμμένος ἦν παρὰ Θεανοῖ τῇ μητρί. δηλοῦται δὴ διὰ τοῦ ἱεροῦ λόγου τούτου [ἢ περὶ θεῶν λόγου, ἐπιγράφεται γὰρ ἀμφότερον,] καὶ τίς ἦν ὁ παραδεδωκὼς Πυθαγόρᾳ τὸν περὶ θεῶν λόγον. λέγει γάρ·

(λόγος) ὅδε περὶ θεῶν Πυθαγόρα τῶ Μνησάρχω, τὸν ἐξέμαθον, ὀργιασθεὶς ἐν Λειβήθροις τοῖς Θρᾳκίσις, Ἀγλαοφάμω τελεστᾶ μεταδόντος, ὡς ἄρα Ὀρφεὺς ὁ Καλλιόπας κατὰ τὸ Πάγγαιον ὄρος ὑπὸ τᾶς ματρὸς πινυσθεὶς ἔφα, τὰν ἀριθμῷ οὐσίαν ἀίδιον ἔμμεν ἀρχὰν προμαθεστάταν τῶ παντὸς ὠρανῶ καὶ γᾶς καὶ τᾶς μεταξὺ φύσιος, ἔτι δὲ καὶ θείων καὶ θεῶν καὶ δαιμόνων διαμονᾶς ῥίζαν.