De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

καὶ ὅντινα δοκιμάσειεν οὕτως, ἐφίει τριῶν ἐτῶν ὑπερορᾶσθαι, δοκιμάζων πῶς ἔχει βεβαιότητος καὶ ἀληθινῆς φιλομαθείας, καὶ εἰ πρὸς δόξαν ἱκανῶς παρεσκεύασται ὥστε καταφρονεῖν τιμῆς. μετὰ δὲ τοῦτο τοῖς προσιοῦσι προσέταττε σιωπὴν πενταετῆ, ἀποπειρώμενος πῶς ἐγκρατείας ἔχουσιν, ὡς χαλεπώτερον (ὂν) τῶν ἄλλων

ἐγκρατευμάτων τοῦτο, τὸ γλώσσης κρατεῖν, καθὰ καὶ ὑπὸ τῶν τὰ μυστήρια νομοθετησάντων ἐμφαίνεται ἡμῖν. ἐν δὴ τῷ χρόνῳ τούτῳ τὰ μὲν ἑκάστῳ ὑπάρχοντα [τουτέστιν αἱ οὐσίαι] ἐκοινοῦντο, διδόμενα τοῖς ἀποδεδειγμένοις εἰς τοῦτο γνωρίμοις, οἵπερ ἐκαλοῦντο πολιτικοί, οἰκονομικοί τινες καὶ νομοθετικοὶ ὄντες. αὐτοὶ δὲ εἰ μὲν ἄξιοι ἐφαίνοντο τοῦ μετασχεῖν δογμάτων ἔκ τε βίου καὶ τῆς ἄλλης ἐπιεικείας κριθέντες, μετὰ τὴν πενταετῆ σιωπὴν ἐσωτερικοὶ λοιπὸν ἐγίνοντο καὶ ἐντὸς σινδόνος ἐπήκουον τοῦ Πυθαγόρου μετὰ τοῦ καὶ βλέπειν αὐτόν· πρὸ τούτου δὲ ἐκτὸς αὐτῆς καὶ μηδέποτε αὐτῷ ἐνορῶντες μετεῖχον τῶν λόγων διὰ ψιλῆς ἀκοῆς ἐν πολλῷ. χρόνῳ διδόντες βάσανον τῶν οἰκείων ἠθῶν·

εἰ δ’ ἀποδοκιμασθείησαν, τὴν μὲν οὐσίαν ἀπελάμβανον διπλῆν, μνῆμα δὲ αὐτοῖς ὡς νεκροῖς ἐχώννυτο ὑπὸ τῶν ὁμακόων· οὕτω γὰρ ἐκαλοῦντο πάντες οἱ περὶ τὸν ἄνδρα· συντυγχάνοντες δὲ αὐτοῖς οὕτως ἐνετύγχανον ὡς ἄλλοις τισίν, ἐκείνους δὲ ἔφασαν τεθνάναι, οὓς αὐτοὶ ἀνεπλάσσοντο καλοὺς κἀγαθοὺς [προσδοκῶντες ἔσεσθαι] ἐκ τῶν μαθημάτων· ἀδιοργανώτους δὲ καὶ ὡς εἰπεῖν ἀτελεῖς τε καὶ στειρώδεις ᾤοντο τοὺς δυσμαθεστέρους.

εἰ δὲ μετὰ τὸ ἐκ μορφῆς τε καὶ βαδίσματος καὶ τῆς ἄλλης κινήσεώς τε καὶ καταστάσεως ὑπ’ αὐτῶν φυσιογνωμονηθῆναι καὶ ἐλπίδα

ἀγαθὴν περὶ αὑτῶν παρασχεῖν, μετὰ τὴν πενταετῇ σιωπὴν καὶ μετὰ τοὺς ἐκ τῶν τοσῶνδε μαθημάτων ὀργιασμοὺς καὶ μυήσεις ψυχῆς τε ἀπορρύψεις καὶ καθαρμοὺς τοσούτους τε καὶ τηλικούτους καὶ ἐκ ποικίλων οὕτως θεωρημάτων προοδεύσαντας, δι’ οὓς ἀγχίνοιαί τε καὶ ψυχῆς εὐαύγειαι πᾶσιν ἐκ παντὸς ἐνεφύοντο, δυσκίνητος ἔτι τις καὶ δυσπαρακολούθητος ηὑρίσκετο, στήλην δή τινα τῷ τοιούτῳ καὶ μνημεῖον ἐν τῇ διατριβῇ χώσαντες [καθὰ καὶ Περιάλῳ τῷ Θουρίῳ λέγουσι καὶ Κύλωνι τῷ Συβαριτῶν ἐξάρχῳ, ἀπογνωσθεῖσιν ὑπ’ αὐτῶν] ἐξήλαυνον ἂν τοῦ ὁμακοείου, φορτίσαντες χρυσοῦ τε καὶ ἀργύρου πλήθει· κοινὰ γὰρ αὐτοῖς καὶ ταῦτα ἀπέκειτο ὑπό τινων εἰς τοῦτο ἐπιτηδείων κοινῇ διοικούμενα, οὓς προσηγόρευον οἰκονομικοὺς ἀπὸ τοῦ τέλους· καὶ εἴ ποτε συντύχοιεν ἄλλως αὐτῷ, πάντα ὅντιν’ οὖν μᾶλλον ἢ ἐκεῖνον ἡγοῦντο εἶναι, τὸν κατ’ αὐτοὺς τεθνηκότα.

διόπερ καὶ Λῦσις Ἱππάρχῳ τινὶ ἐπιπλήττων, μεταδιδόντι τῶν

λόγων τοῖς ἀνεισάκτοις καὶ ἄνευ μαθημάτων καὶ θεωρίας ἐπιφυομένοις, φησί· φαντὶ δέ τυ καὶ δαμοσίᾳ φιλοσοφὲν τοῖς ἐντυγχάνουσι, τόπερ ἀπαξίωσε Πυθαγόρας, ὡς ἔμαθες μέν, Ἵππαρχε, μετὰ σπωδᾶς, οὐκ ἐφύλαξας δὲ γευσάμενος, ὦ γενναῖε, Σικελικᾶς πολυτελείας, ἇς οὐκ ἐχρῆν τυ γενέσθαι δεύτερον. εἰ μὲν ὦν μεταβάλοιο, χαρησοῦμαι, εἰ δὲ μή γε, τέθνακας. διαμεμνᾶσθαι γὰρ [φησὶν] ὅσιον εἴη κα τῶν τήνω θείων τε καὶ ἀνθρωπείων παραγγελμάτων, μηδὲ κοινὰ ποιέεσθαι τὰ σοφίας ἀγαθὰ τοῖς οὐδ’ ὄναρ τὰν ψυχὰν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγεν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων [σπουδᾷ] ποριχθέντα, οὐδὲ μὰν βεβάλοις τὰ ταῖν Ἑλευσινίαιν θεαῖν μυστήρια διαγέεσθαι. κατ’ ἰσότατα δὲ ἄδικοι καὶ ἀσεβέες
τοὶ ταῦτα πράξαντες.