De Vita Pythagorica

Iamblichus

Iamblicus. De vita Pythagorica liber ad fidem codicis Florentini. Nauck, August, editor. St. Petersburg: Eggers, I. Glausunof, 1884.

Περὶ τῆς Πυθαγόρου σοφίας, τίς τε ἦν καὶ καθ’ ὅσα γένη καὶ εἴδη διῄρητο, ὅπως τε ἀπὸ τῶν πρώτων μέχρι τῶν τελευ. ταίων γνωριστικῶν δυνάμεων τὴν ὀρθότητα καὶ ἀκρίβειαν κατώρθωσε καὶ τοῖς ἀνθρώποις παρέδωκε.

Περὶ δικαιοσύνης, ὅσα τοῖς ἀνθρώποις εἰς αὐτὴν συνεβάλλετο Πυθαγόρας καὶ ὡς ἄνωθεν ἀπὸ τῶν ἄκρων αὐτῆς γενῶν μέχρι τῶν τελευταίων εἰδῶν ἐπετήδευσεν αὐτὴν καὶ παρέδωκε τοῖς πᾶσι.

Περὶ σωφροσύνης, ὅπως αὐτὴν ἐπετήδευσε Πυθαγόρας καὶ παρέδωκεν εἰς ἀνθρώπους διὰ λόγων τε καὶ ἔργων καὶ πάσης κτίσεως, πόσα τε αὐτῆς εἴδη καὶ τίνα κατεστήσατο ἐν τοῖς ἀνθρώποις.

Περὶ ἀνδρείας ὅσα καὶ· οἷα παραδείγματα Πυθαγόρας παρέδωκεν εἰς ἀνθρώπους, ἀσκήματά τε ὅσα καὶ ἔργα γενναῖα

τὰ μὲν αὐτὸς διεπράξατο, τὰ δὲ καὶ τοὺς χρωμένους αὐτῷ ἐποίησε διαπράξασθαι.

Περὶ φιλίας, οἵα τε ἦν καὶ ὅση παρὰ Πυθαγόρᾳ αὐτή, καὶ ὅπως εἰς πάντας αὐτὴν διέτεινε, πόσα τε αὐτῆς εἴδη κατεστήσατο καὶ τίνα ἔργα σύμφωνα τοῖς ἐπιτηδεύμασιν οἱ Πυθαγόρειοι διεπράξαντο.

Σποράδην τινὲς ἀφηγήσεις περὶ ὧν εἶπε καὶ ἔπραξε Πυθαγόρας αὐτὸς ἢ οἱ διαδεξάμενοι αὐτοῦ τὴν φιλοσοφίαν, ὅσαι οὐκ εἴρηνται εἰς τὴν τεταγμένην κατὰ τὰς ἀρετὰς περὶ αὐτοῦ διήγησιν.

Τίς ἡ ἐπανάστασις κατὰ τῶν Πυθαγορείων ἐγένετο καὶ ποῦ ὄντος Πυθαγόρου, καὶ διὰ τίνας αἰτίας ἐπέθεντο αὐτοῖς οἱ τυραννικοὶ καὶ ἀλιτήριοι ἄνδρες.

Περὶ τῆς διαδοχῆς τῆς Πυθαγόρου καὶ τῆς τελευτῆς, καὶ τῶν ἀνδρῶν τὰ ὀνόματα καὶ τῶν γυναικῶν τῶν παραλαβόντων παρ’ αὐτοῦ τὴν φιλοσοφίαν.

Ἐπὶ πάσης μὲν φιλοσοφίας ὁρμῇ θεὸν δήπου παρακαλεῖν ἔθος ἅπασι τοῖς γε σώφροσιν, ἐπὶ δὲ τῇ τοῦ θείου Πυθαγόρου δικαίως ἐπωνύμῳ νομιζομένῃ πολὺ δήπου μᾶλλον ἁρμόττει τοῦτο ποιεῖν· ἐκ

θεῶν γὰρ αὐτῆς παραδοθείσης τὸ κατ’ ἀρχὰς οὐκ ἔνεστιν ἄλλως ἢ διὰ τῶν θεῶν ἀντιλαμβάνεσθαι. πρὸς δὲ τούτῳ καὶ τὸ κάλλος αὐτῆς καὶ τὸ μέγεθος ὑπεραίρει τὴν ἀνθρωπίνην δύναμιν ὥστε ἐξαίφνης αὐτὴν κατιδεῖν, ἀλλὰ μόνως ἄν τίς του τῶν θεῶν εὐμενοῦς ἐξηγουμένου κατὰ βραχὺ προσιὼν ἡρέμα ἂν αὐτῆς παρασπάσασθαί τι δυνηθείη.

διὰ πάντα δὴ οὖν ταῦτα παρακαλέσαντες τοὺς θεοὺς ἡγεμόνας καὶ ἐπιτρέψαντες αὐτοῖς ἑαυτοὺς καὶ τὸν λόγον ἑπώμεθα ᾗ ἂν ἄγωσιν, οὐδὲν ὑπολογιζόμενοι τὸ πολὺν ἤδη χρόνον ἠμελῆσθαι τὴν αἵρεσιν ταύτην καὶ τὸ μαθήμασιν ἀπεξενωμένοις καί τισιν ἀπορρήτοις συμβόλοις ἐπικεκρύφθαι ψεύδεσί τε καὶ νόθοις πολλοῖς συγγράμμασιν ἐπισκιάζεσθαι ἄλλαις τε πολλαῖς τοιαύταις δυσκολίαις παρεμποδίζεσθαι. ἐξαρκεῖ γὰρ ἡμῖν ἡ τῶν θεῶν βούλησις, μεθ’ ἧς καὶ τὰ τούτων ἔτι ἀπορώτερα δυνατὸν ὑπομένειν. μετὰ δὲ θεοὺς ἡγεμόνα ἑαυτῶν προστησόμεθα τὸν ἀρχηγὸν καὶ πατέρα τῆς θείας φιλοσοφίας, μικρόν γε ἄνωθεν προλαβόντες περὶ τοῦ γένους αὐτοῦ καὶ τῆς πατρίδος.