Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)
Gregory, of Nazianzus
Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885
- ἀργυροφύλαξ, ἀργυροτρώκτης πλέον.
- οἶμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακὸν,
- εἰ τοῖς φιλεῖν δοκοῦσι κατειργάσμεθα·
- Ἠ που τετόλμηκ’ ἔργον ἄτολμον τάλας;
- Τί δ’ ἐγκαλῶν προὔδωκε παντευεργέτην;
- ἢ τίς λαβὴ δράματος ἦν τῷ μαινόλῃ;
- Ἄκουε τοῦδ’, ὅς σοι τρανῶς πάντ’ ἀγγελεῖ.
37
- Ἄκουε, τλῆμον, ἡ τὸ πρὶν πανολβία,
- ἄκουσον, οὕς σοι δυστυχεῖς φέρω λόγους.
- Αἲ αἱ· διοιχόμεσθα· δῆλος εἶ λόγῳ·
- κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
- κακῶν μὲν, ἀληθῶν δ’ ὅμως· τί γὰρ φράσω;
- Ἐπεὶ τὸ πάσχα καινὸν, ὡς ἔφη, φάγοι,
- μύσταις ἄριστον παραθεὶς, δεῖπνον μέγα,
- δείξας δ’ ἐν αἰνιγμοῖσι τὸν λογοπράτην,
- ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας
- ἔξεισιν, ὡς εἴθιστ᾿, ἐλαιῶν εἰς ὄρος,
- εἰπών τε μύσταις πάνθ᾿, ἅπερ τανῦν πάθοι,
- καταρτίσας πάντας τε μυσταγωγίαις
- πολλοῖς ξὺν ἄλλοις καὶ τάδ’ εἶπε πρὸς Θεὸν·