Christus Patiens [Dub.] (Fort. Auctore Constantino Manasse)

Gregory, of Nazianzus

Gregorius Nazianzenus, Christus Patiens, Brambs, Teubner, 1885

  1. λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον,
  2. μήτηρ τέκνων τ’ ἤκουσεν ἐκ δυσκοιτίας
  3. μογοστοκοῦσ’ ὠδῖσί τ’ ἐμπαρειμένη
  4. ἱδρῶτ’ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν
  5. σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης,
  6. ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις,
  7. διαδοχάς τε παραπέμπειν τῷ βίῳ
  8. διαλλαγάς τ’ ἐντεῦθεν εὑρεῖν ἐξόχους,
  9. οὐδ’ ἂν γένος τ’ ὄλωλεν ἀνθρώπων ἅπαν,
  10. καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως
  11. ἀγαθότητι δαπέδῳ κατιέναι
  12. καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος,
  13. οὐδ’ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος
  14. καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει,
  15. οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς,
  16. ἰδεῖν τ’ ἔφριττον τόνδε καθυβρισμένον,
  17. ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα,
  18. ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ
  19. καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα,
  20. ὡς νητρεκῶς ἤυσε Συμεὼν γέρων,