Anacephalaeosis [Sp.]
Epiphanius
Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.
<δ.> Καὶ μετέπειτα Ἰουδαϊσμός , ἀπὸ τῶν χρόνων Ἀβραὰμ τὸν χαρακτῆρα διὰ περιτομῆς εἰληφὼς καὶ ἐν Μωυσῇ, ἑβδόμῳ ἀπὸ Ἀβραάμ, διὰ τοῦ δι᾿ αὐτοῦ δοθέντος νόμου ὑπὸ τοῦ θεοῦ πλατυνθείς, ἀπὸ δὲ τοῦ Ἰούδα, τετάρτου υἱοῦ τοῦ Ἰακὼβ τοῦ ἐπικληθέντος Ἰσραήλ, διὰ Δαυὶδ τοῦ πρώτου βασιλεύσαντος ἀπὸ τῆς τοῦ αὐτοῦ Ἰούδα φυλῆς τὸ τέλειον τοῦ Ἰουδαϊαμοῦ ὅνομα κεκληρωμένος.