Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

τὸν δὲ νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπαγορεύει, ὡς αἱ ἁπὸ Σίμωνος καὶ δεῦρο αἱρέσεις.

τούτου γέγονεν ἡ ἐν Ῥώμῃ Μαρκελλίνα. εἰκόνας δὲ ποιήσας ἐν κρυφῇ Ἰησοῦ καὶ Παύλου καὶ Ὁμήρου καὶ Πυραγόρου ταύταις ἐθυμία καὶ κροσεκύνει.

κݲηݲ Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί. οὗτοι οἱ ἀπὸ Κηρίνθου κοὶ Μηρίνθου Ἰουδαῖοί τινες περιτομὴν αὐχοῦντες, τὸν δὲ κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι Ἰησοῦν δὲ κατὰ προκοπὴν Χριστὸν καλεῖσθαι λέοντες.

κݲθݲ.

Ναζωραῖοι, χριστὸν ὁμολογοῦντες Ἰησοῦν υἱὸν τοῦ Μοῦ, πάντα δὲ κατὰ νόμον πολιτευόμενοι.