Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου ὡσαύτως αἱρέσεις δεκατρεῖς οὕτως· Σέ μωνιανοὶ Μενανδριανοὶ Σατορνιλιανοὶ [*](Ö 14) Βασιλειδιανοὶ Νικολαϊται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται οἱ αὐτοὶ δὲ παρά τισι Σεκουνδιανοὶ παρὰ δὲ ἄλλοις Σωκρατῖται παρὰ δὲ ἑτέροις Ζακχαῖοι καλούμενοι καὶ Κοδδιανοὶ καὶ Βορβορῖται καὶ Βαρβηλῖται, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτονται Επιφάνης καὶ Ἰσίδωρος, Πτολεμαῖοι.
ἐν δὲ τῷ τρίτῳ τόμῳ τοῦ αὐτοῦ πρώτου βιβλίου αἱρέσεις | δεκατρεῖς οὕτως· Μαρκώσιοι Κολορβάσιοι Ἡρακλεωνῖται Ὀφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκίωνες Λουκινισταὶ ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοί. αὕτη ἡ ἀνακεφαλαίωσις τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων.
Τοῦ δὲ δευτέρου βιβλίου τόμοι δύο. καὶ ἐν μὲν τῷ πρώτῳ τόμῳ τοῦ δευτέρου βιβλίου, τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπ᾿ ἀρχῆς ἀκολουθίαν τοῦ ἀριθμοῦ, αἰρέσεις δεκαοκτὼ οὕτως· Ἐγκρατῖται κατὰ Φρύγας, οἰ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται· οἱ δὲ Τασκοδρουγῖται διῃρέθησαν ἀπὸ τῶν προειρημένων, Πεπουζιανοὶ <οἱ οἱ καὶ Πρισκιλλιανοὶ> οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἄλογοι οἱ τὸ εὐαγγέλιον Ἰωάννου καὶ τὴν ἀποκάλυψιν μὴ δεχόμενοι, Ἀδαμιανοὶ Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροὶ Ἀγγελικοὶ Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, οἷς συνάπτονται οἱ καλούμενοι Σακκοφόροι, Σαβελλιανοὶ Ὠριγενιανοὶ οἱ αἰσχροποιοὶ Ὠριγενιανοὶ οἱ τοῦ Ἀδαμαντίου.
ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου, πέμπτῳ δὲ ὅντι κατὰ τὸν ἀριθμὸν τὸν προειρημένον. αἱρέσεις πέντε οὕτως· Παύλου τοῦ Σαμοσατέως Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται Μελιτιανῶν τῶν ἐν τῇ Αἰγύπτῳ [*](G R (von Ζ. 21 Βαρδησιανιασταὶ an wieder U statt R) M anaceph. anc.) [*](4 δὲ παρά] παρὰ δὲ G R anaceph. 4 f Σωκρατῖται — ἐτέροις < G R 5 καλούμενοι + οἱ G R M 5 f καὶ Κοδδιανοὶ — Βαρβηλῖται < anaceph. 6 Καρποκρατῖται + καὶ M | Καρποκρατιανοὶ anacepli. | Κορινθιανοὶ Μ 11 Ἀπελλιανοὶ Δουκιανισταὶ anaceph. | Ἀπελλιανοὶ M anaceph. 13 ἐν πρώτω μὲν τόμω (< καὶ) G R M 15 f τῶν καὶ καὶ < G R) Μοντανιστῶν G R M 16 f οἱ δὲ Τασκοδρουγῖται — προειρημένων < anaceph. 17 Πρισκιλλιανοὶ> *, Tgl. S. 158, 17 20 Ἰωάννου hinter ἀποκάλυψιν 22 f οἷς συνάπτονται — Σακκοφόροι < anaceph. 23 u. 24 Ὠριγενειανοὶ G 24 Ἀδάμαντος anaceph. | δὲ] τε G U M 25 κατὰ<U 26 τοῦ Σαμοσατέως] Παυλιανισταί U 27 Μελητιανοί, οἱ ἐν τῇ Αἰγύπτῳ πεποιηκότες τὸ σχίσμα anaceph. Μελιτιανοὶ σχίσμα ἐν Αἰγύπτῳ U)