Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
περὶ δὲ προφητῶν *, ἐπειδὴ ἔφθη αὐτοῖς δοθῆναι > ἡ πεντάτευχος καὶ οὐκέτι ἄλλαι γραφαί, ἐστοί- χησάν <τε> μόνῃ τῇ πεντατεύχῳ καὶ οὐχὶ τῇ ἀκολουθίᾳ. κἄν τε αὐτοῖς εἴπῃ τις νυνὶ περὶ τῶν ἄλλων, φημὶ δὲ περὶ Δαυὶδ καὶ Ἠσαΐα καὶ τῶν καθεξῆς, οὐ παραδέχονται, κατεχόμενοι παραδόσει τῇ προαχθείσῃ παρ᾿ αὐτοῖς ἀπὸ τῶν ἰδίων πατέρων.