Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
γενεσίας«· ὡς καὶ ἐπιμαρτυρεῖ μοι ἐνταῦθα Πέτρος λέγων τοῖς Ἰσραηλίταις τοῖς ἐν Ἱεροσολύμοις τοῖς λέγουσιν αὐτῷ »τί ποιήσωμεν, [*](2 vgl. Lev. 11, 24f — 26 Tit. 3, 5 — 28 Act. 2, 37 GU M) [*](2 τἀληθῆ U | τοῦ < U 3 μένη G μείνη Μ 4 ἦν] lies wohl ἔλεγε 6 ein τοῦ < G | τοὔνομα τῆς διακρίσεως] τὴν διάκρισιν τοῦ ὀνόματος U | vor ἔστι + <ἔθος> ?* 7 ἄρθρον κεῖται] ἄρθρον πρόσκειται U τοῦ καὶ I vor ἐστὶν + πάντως U 9 ἀόριστος G 10 ἀλλὰ G 12 εἴπομεν Μ 15 εἴπαμεν + ἢ Μ 17 ὁ ἄρθρου] οݲ < ἄρθρου G ἑβδομηκοστοῦ 18 ἄνθρωπος καὶ ὁ ἄνθρωπος] ὁ ἄνθρωπος καὶ ὁ νεανίσκος M 19 ἐφέρετο U 20 <ἐπὶ> * | ἐπικειμένη ἡ *] ἡ ἐπικειμένη G: U M. 21 vor ὁπότε + ἢ Μ 25 αὐτοὶ Μ | ἀνατείλει M 26 τοῦ ὕδατος < M 28 τοῖς beidemal < zweiten Fall <)
οὐ περὶ νεκροῦ τοίνυν λέγει ὁ νόμος· εἰ δὲ καὶ περὶ νεκροῦ, ἀλλὰ περὶ ὁριζομένου λέγει ὁ νόμος. <π[ερὶ γὰρ οὐχ ὁριζομένου> λέγει γὰρ ὅτι »ἐὰν παρέλθῃ νεκρός, κλείσατε τὰς θύρας καὶ τὰς θυρίδας ὑμῶν, ἵνα μὴ μολυνθῇ ὁ οἶκος«, ὡσεὶ ἔλεγεν περὶ ἀκοῆς ἁμαρτίας ὅτι ἐὰν ἀκούσῃς φωνὴν τῆς ἁμαρτίας ἢ εἶδος παραπτώματος, κλεῖσον τὸν ὀφθαλμόν σου ἀπὸ ἐπιθυμίας καὶ στόμα ἀπὸ κακολογίας καὶ οὐς ἀπὸ ἐνηχήσεως πονηρᾶς, ἵνα μὴ νεκρωθῇ ὅλος ὁ οἶκος τουτέστιν ψυχὴ καὶ σῶμα.
διὸ καὶ ὁ προφήτης λέγει »ἀνέβη θάνατος διὰ τῶν θυρίδων‘, καὶ οὐ πάντως περὶ τῶν θυρίδων τούτων λέγει· ἢ γὰρ κλείσαντες τὰς θυρίδας οὐδέποτε ἀποθανεῖν εἴχομεν. θυρίδες δὲ ἡμῖν ὑπάρχουσι τὰ τοῦ σώματος αἰσθητήρια, βλέμμα ἀκοὴ καὶ τὰ ἄλλα δι᾿ ὧν θάνατος εἰς ἡμᾶς εἰσπορεύεται, εἰ δι᾿ αὐτῶν ἁμαρτήσαιμεν.
ἐνεταφίασε γοῦν ὁ Ἰωσὴφ τὸν Ἰσραὴλ καὶ οὐκ ἐβδελύξατο, καὶ μετὰ θάνατον ἐπιπεσὼν ἐπὶ πρόσωπον κατεφίλησε. καὶ οὐ γέγραπται ὅτι ἐλούσατο, ἵνα καθαρισθῇ.