Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐνεταφίασαν οἱ ἄγγελοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα παράδοσις ἔχει, τὸ σῶμα Μωυσέως τοῦ ἁγίου καὶ οὐκ ἐλούσαντο, ἀλλ᾿ οὔτε ἐκοινώθησαν οἱ ἄγγελοι ἀπὸ τοῦ ἁγίου σώματος.

5. καὶ δέδια πάλιν μὴ εἰς μῆκος ἐλάσω τὴν τοῦ ζητήματος ἐπίλυσιν. ἀφ᾿ ἑνὸς δὲ ἢ δευτέρου λόγου δοθήσεται τῷ σοφῷ τὸ σοφισθῆναι ἐν κυρίῳ κατὰ τῶν δι᾿ ἐναντίας.

εἰ δὲ καὶ περὶ τοῦ πνεύματος ἔσται μοι ἐν ἐπιτομῇ τὸ λέγειν, οὐκ ὀκνήσαιμι ἄν. [*](1 Act. 2, 36 — 3 Act. 2, 38 — 8 wo ? Epiph. denkt wohl an die Bestimmungen des Mischnatraktats Ohaloth (Strack, Einl. in d. Talmud 4 S. 58f) — 13 Jerem. 9, 21 — 18 vgl. Gen. 50, 7 — 19 Gen. 50, 1 — 20 f gemeint ist wohi die assumptio Mosis, vgl. Evodii ep. ad Augustinum c. 6 = August, ep. 158; CSEL 44 S. 492, 21ff Goldbacher cum asccnderet (sc. Moyses) in moniem, ut moreretur . . . efficitur, ut aliud esset, quod terrae mandaretur, aliud quod angelo comitanii sociaretur. — Unsere Stelle ist ührt bei Mich. Glykas ann. II; Migne 158, 305 A G U (von ἐκοινώθησαν Ζ. 22 an Y) Μ) [*](1 ἄνδρες ἀδελφοί < U 3 ἄνδρες ἀδελφοί < U 4 ὑμῶν G U Μ λόγος G | ἀλλὰ περὶ *] ἀλλ’ οὐχ G ἄλλου UM 7 <περὶ γὰρ οὐχ * 9 ἀκοῆς < G 11 vor στόμα + τὸ U 12 vor οὐς + τὸ 13 vor ψυχὴ + ἡ GU | vor σῶμα + τὸ U | ἔλεγεν U | ἀνέβη] ἐὰν ἀναβῇ U 14 περὶ] διὰ GU 15 ἢ] εἰ M | θύρα; M 16 Τε < <M ἁμαρτήσωμεν U 22 vor Μωυσέως + τοῦ M 25 τὸ] τοῦ M)

203
διαρρήδην τοίνυν εὐθὺς ὁ κύριος λέγει τῷ Μωυσῇ »ἀνάγαγέ μοι εἰς τὸ ὄρος ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σοὶ πνεύματος καὶ ἐκχεῶ ἐπ᾿ αὐτοὺς καὶ ἀντιλήψονταί σου«.

περὶ δὲ τοῦ υἱοῦ ὅπως γνῶμεν, <ὁ> πατὴρ λέγει »ποιήσωμεν ἄνθρωπον εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«· τὸ δὲ »ποιήσωμεν« οὐχ ἑνός ἐστι σημαντικόν, καί »ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα πῦρ καὶ θεῖον παρὰ κυρίου ἀπ’ οὐρανοῦ«.

περὶ δὲ προφητῶν *, ἐπειδὴ ἔφθη αὐτοῖς δοθῆναι > ἡ πεντάτευχος καὶ οὐκέτι ἄλλαι γραφαί, ἐστοί- χησάν <τε> μόνῃ τῇ πεντατεύχῳ καὶ οὐχὶ τῇ ἀκολουθίᾳ. κἄν τε αὐτοῖς εἴπῃ τις νυνὶ περὶ τῶν ἄλλων, φημὶ δὲ περὶ Δαυὶδ καὶ Ἠσαΐα καὶ τῶν καθεξῆς, οὐ παραδέχονται, κατεχόμενοι παραδόσει τῇ προαχθείσῃ παρ᾿ αὐτοῖς ἀπὸ τῶν ἰδίων πατέρων.

καὶ ἕως ὡδε ἔστω μοι ἡ περὶ Σαμαρειτῶν ὑφήγησις, ἐν βραχεῖ μὲν τῷ λόγῳ εἰρημένη, δι’ ὃν προορῶμεν φόβον μὴ ἐκτεῖναι εἰς πλάτος τὴν ὑπόσχεσιν τῆς συντάξεως.

Εἰς τέσσαρας μὲν οὑτοι αἱρέσεις ἐτμήθησαν, τὰ ἴσα φρονοῦντες ἀλλήλοις <περὶ> περιτομῆς καὶ σαββάτου καὶ τῶν <ἄλλων τῶν> νόμῳ, ἐν βραχεῖ δὲ καὶ ἐν τινὶ ποσῶς ἕκαστος τῶν τριῶν πρὸς τοὺς πέλας διαφέρεται, πλὴν τῶν Δοσιθέων μόνον.

ἐνέμειναν γὰρ οἱ Ἐσσηνοὶ τῇ πρώτῃ ἀγωγῇ μηδὲν ὑπερβαλλόμενοι· μετὰ τούτους Γοροθηνοὶ διεφώνησαν πρὸς ἀλλήλους διὰ σμικρόν τι, ἐπειδήπερ ἀντιλογία τις [*](1 Num. 11, 16f — 4 Gen. 1, 26 — 6 Gen. 19, 24 — 16 ff das im Folgenden Berichtete ist Epiphanius ümlich V Μ) [*](2 σὲ VM 3 ἀντιλή///ψονται, μ ausradiert V corr 4 <ὁ> * 7 * <οὐ χρὴ αὐτοῖς συζητεῖν> * 8 〈μόνη〉 * 9 > * | + λοιπῆ U, wohl richtige Verbesserung 10 τις < M | νῦν M 11 οἳ Μ 11f προαχθείσῃ παρ’ αὐτοῖς] φθασάση αὐτοὺς V corr 14 προορῶμαι V; lies προείπομεν? * 16 κατὰ Ἐσσηνῶν, πρώτης αἱρέσεως ἀπὸ Σαμαρειτῶν, δεκάτης δὲ τῆς ἀκολουθίας V κατὰ Ἐσσηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεις ݲ, τῆς δὲ ἀκολουθίας ιݲ Μ 17 οὗτοι sc. οἱ Σαμαρεῖται | αἱρέσεις αἱρέσεις 18 ἀλλήλοις U] τοῖς ἄλλοις VM | > περιτομῆς καὶ σαββάτου ]* περιτομῆ καὶ σαββάτω (aber nachher τῶν) VM | <ἄλλων τῶν> * 19 δὲ] τε M 20 Δοσιθέων Μ | ἔμειναν 21 τῇ πρώτῃ — ὑπερβαλλόμενοι < M | τοὺς Γοροθηνοὺς M)

204
ἀνὰ μέσον αὐτῶν γεγένηται, φημὶ δὲ μέσον Σεβουαίων καὶ Ἐσσηνῶν καὶ Γοροθηνῶν.

ἡ δὲ ἀντιλογία τοῦτον ἔχει τὸν τρόπον· ὁ νόμος ἐκέλευεν ἐκ πανταχόθεν τοὺς Ἰουδαίους συναθροίζεσθαι εἰς τὰ Ἱεροσόλυμα, πολλάκις μὲν οὐν <καὶ> κατὰ τρεῖς καιροὺς τοῦ ἔτους, τε τὸν τῶν Ἀζύμων καὶ κατὰ Πεντηκοστὴν καὶ κατὰ Σκηνοπηγίαν.

ᾤκουν δὲ Ἰουδαῖοι διεσπαρμένοι καὶ ἐν τοῖς τέρμασι τῆς Ἰουδαίας καὶ Σαμαρείας. συνέβαινε δὲ αὐτοῖς διὰ τῶν Σαμαρειτῶν τὴν ὁδοιπορίαν πολεῖσθαι διερχομένοις εἰς τὴν Ἱερουσαλήμ.

ἐπεὶ οὖν συνετύγχανον ἐν ἑνὶ καιρῷ τὸ ἄθροισμα ἔχοντες τοῦ ἑορτάζειν, ἐντεῦθεν συμπληγάδες ἐγίνοντο· ἀλλὰ καὶ ὅτε ᾠκοδόμει Ἔσδρας τὴν Ιερουσαλὴμ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἀξιωσάντων τῶν Σαμαρειτῶν συνεπιδοῦναι βοήθειαν Ἰουδαίοις καὶ συνοικοδομῆσαι καὶ ἀποτραπέντων παρ᾿ αὐτοῦ τοῦ Ἔσδρα καὶ τοῦ Νεεμία·