Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ Μωυσῆς εὐλογῶν τοὺς περὶ Ῥουβὴν λέγει »ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω«, τὸν ἀπὸ πάλαι τελευτήσαντα *. ἵνα δείξῃ ζωὴν εἶναι μετὰ θάνατον, κρίσιν δὲ δευτέρου θανάτου εἰς καταδίκην. διὸ δύο εὐλογίας αὐτῷ ἐπιτίθησι, τὸ »ζήτω« λέγων ἐν τῇ ἀναστάσει καὶ μὴ ἀποθανέτω« ἐν τῇ κρίσει, οὐ θάνατον τὸν διὰ σώματος ἀπαλλαγῆς λέγων, ἀλλὰ τὸν διὰ καταδίκης.