Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἀλλὰ καὶ Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ ηὑρίσκετο· ἀλλὰ καὶ Σάρρα μετὰ τὸ νεκρωθῆναι αὐτῆς τὴν μήτραν καὶ τὴν πηγὴν τὴν κατ’ ἐθισμὸν ξηρανθῆναι αὖθις ἀναζωογονουμένη εἰς καταβολὴν σπέρματος καὶ ἡ πρεσβῦτις κυίσκουσα τέκνον κατ᾿ ἐπαγγελίαν διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως·