Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

9. Ἔπεισι δὲ θαυμάζειν πῶς συμβέβηκε κατὰ τὰ τέσσαρα ἔθνη καὶ τέσσαρας αἱρέσεις ἐν αὐτῷ τῷ ἔθνει γενέσθαι, φημὶ δὲ πρῶτον Ἐσσηνῶν δεύτερον Γοροθηνῶν τρίτον Σεβουαίων τέταρτον Δοσιθέων. ἐντεῦθεν ἀρχή μοι γίνεται τῆς τοῦ ἐπαγγέλματος κατὰ αἱρέσεων πραγματείας καὶ τὸ αἴτιον ὅπως * διασαφήσω ἐν βραχεῖ [ἐρῶ].