Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διετέλεσαν δὲ ἐκεῖσε ἐπὶ πέντε γενεαῖς, ὡς καὶ πολλάκις εἶπον, νῦν δὲ ἀνάγκην ἔσχον ταῦτα δευτερῶσαι. ἔμειναν γὰρ ἀπὸ τοῦ Ἰακὼβ αἱ γενεαὶ ἀριθμούμεναι διὰ τοῦ Λευί, ἐξ οὗπερ οἱ ἱερεῖς κατέστησαν, καὶ διὰ τοῦ Ἰούδα, ἐξ οὗ μετὰ χρόνον ὁ βασιλεὺς ἠρξε Δαυίδ.

καὶ ὁ μὲν Λευὶ γεννᾷ τὸν Καὰθ καὶ τοὺς ἄλλους, Καὰθ γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυσέα καὶ Ἀαρὼν τὸν ἀρχιερέα. οὗτος ὁ Μωυσῆς ἐκβάλλει τοὺς υἱοὺς Ἰσραὴλ ἐν δυνάμει θεοῦ ἐκ γῆς Αἰγύπτου. ὡς ἔχει ἡ δευτέρα βίβλος κατὰ τὴν νομοθεσίαν.

5. Τίς μέντοι γε ἦν ἡ τῶν υἱῶν Ἰσραὴλ πολιτέία ἄχρι τούτου τοῦ χρόνου, οὐ πάνυ σαφῶς κατὰ τὸ φανερώτατον ἔστιν εἰπεῖν ἢ μόνον ὅτι ἐν θεοσεβείᾳ καὶ περιτομῇ ὑπῆρχον· εἰ καὶ γέγραπται ὅτι ἐπληθύνθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν γῆ Αἰγύπτῳ καὶ χυδαῖοι ἐγένοντο«. πάντως γὰρ που ὁ χρόνος τῆς αὐτῶν παροικίας καὶ ἐπιμιξίας διὰ ῥᾳθυμίαν τὸ χυδαῖον εἰργάσατο.

τίνων μέντοι γεύεσθαι ἢ τίνα ἀπαγορεύειν ἢ τἀλλα ὅσα κατὰ διαστολὴν τοῦ νόμου φυλάττειν προσετάχθησαν, οὔπω κατὰ τὸ φανερώτατον ἐπεσημήνατο.

ἐξιόντων δὲ ἐκ γῆς Αἰγύπτου ἐν τῷ δευτέρῳ ἔτει τῆς αὐτῶν ἐξόδου νομοθεσίας θεοῦ καταξιοῦνται διὰ χειρὸς αὐτοῦ τοῦ Μωυσέως.

ἡ δὲ νομοθεσία ἡ ἐκ θεοῦ αὐτοῖς δοθεῖσα παιδαγωγοῦ δίκην (ὡς καὶ παιδαγωγὸς ἠν ὁ νόμος σωματικῶς μὲν διαστελλόμενος, πνευματικὴν δὲ ἔχων τὴν προσδοκίαν) ἐδίδαξε περιτέμνεσθαι σαββατίζειν ἀποδεκατοῦν πάντα τὰ αὐτῶν γεννήματα καὶ ὅσαπερ παρ᾿ αὐτοῖς ἐτίκτετο ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπαρχάς τε διδόναι καὶ πεντηκοστὴν καὶ τριακοστήν, εἰδέναι δὲ θεὸν μόνον καὶ αὐτῷ λατρεύειν.

ἐν μοναρχίᾳ μὲν οὐν <ἠν> κηρυττόμενον τὸ ὄνομα, ἐν δὲ τῇ μοναρχίᾳ ἡ τριὰς ἀεὶ κατηγγέλλετο καὶ ἐπιστεύετο παρὰ τοῖς ἐξοχωτάτοις αὐτῶν, τουτέστιν προφήταις καὶ ἡγιασμένοις. θυσίας τε καὶ λατρείας διαφόρους τῷ παμβασιλεῖ [*](2 ff vgl. Panarion haer. 4, 2, 2; die 5 Geschlechter sind in der Reihe Judas gezählt — 6 vgl. Exod. 6, 16. — 20 — 14 Exod. 1, 7 — 18f vgl. Exod. 19 δευτέρῳ ἔτει nach Num. 1, 1 — 21 vgl. Gal. 3, 24 — 26 vgl. Deut. 6, 4 u. 13 V M) [*](3 /// αὐτὰ V corr 4 Λευὶ, ὶ aus εὶ hergestellt V 9 βίβλος hinter νομοθεσίαν (Z. 10) V 11 τί V 13 εἰ] ἡ V 14 οἱ υἱοὶ Ἰσραὴλ hinter ἐν γῇ Αἰγύπτῳ V 15 ἐπιμιξ///ίας, ι aus ει V 16f über diesen Gebrauch von ἀπαγορεύειν = verwerfen s. Index 18 vor ἐπεσημήνατο + νόμος νόμος <νόμος τις> ? * 23 ἐδίδασκεν V 24 γεννήματα VM γενήματα V corr 26 <ἦν> * 27 ἀεὶ <)

191
θεῷ ἐν τῇ ἐρήμῳ προσέφερον ἐν τῇ λατρείᾳ τῆς σκηνῆς τῆς ἁγίας ὑπὸ Μωυσέως διὰ τύπων δηλωθέντων αὐτῷ ὑπὸ θεοῦ κατασκευασθείσης.

ἐδέξαντο γοῦν οἱ αὐτοὶ Ἰουδαῖοι καὶ προφητικὰς φωνὰς περὶ τοῦ Χριστοῦ ἐρχομένου, λεγομένου μὲν προφήτου ὄντος δὲ θεοῦ καὶ ἀγγέλου μὲν κληθέντος υἱοῦ δὲ ὄντος θεοῦ, μέλλοντος δὲ ἐνανθρωπήσειν καὶ ἐν ἀδελφοῖς αὐτοῦ ἐγκαταλέγεσθαι, ὡς ἔχουσι πᾶσαι αἱ θεῖαι γραφαί, μάλιστα ἡ τοῦ Δευτερονομίου κατὰ τὴν νομοθεσίαν πέμπτη βίβλος καὶ <αἱ> καθεξῆς.

6. Ἔσχον δὲ οὗτοι οἱ Ἰουδαῖοι ἄχρι τῆς ἀπὸ Βαβυλῶνος τῆς αἰχμαλωσίας ἐπανόδου βίβλους τε καὶ προφήτας τούτους καὶ προφητῶν βίβλους ταύτας·