Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διετέλεσαν δὲ ἐκεῖσε ἐπὶ πέντε γενεαῖς, ὡς καὶ πολλάκις εἶπον, νῦν δὲ ἀνάγκην ἔσχον ταῦτα δευτερῶσαι. ἔμειναν γὰρ ἀπὸ τοῦ Ἰακὼβ αἱ γενεαὶ ἀριθμούμεναι διὰ τοῦ Λευί, ἐξ οὗπερ οἱ ἱερεῖς κατέστησαν, καὶ διὰ τοῦ Ἰούδα, ἐξ οὗ μετὰ χρόνον ὁ βασιλεὺς ἠρξε Δαυίδ.