Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

συνῳδὰ δὲ τούτοις πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει οὕτως »ὀφειλέτης λέτης εἰμὶ Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις«, ἵνα δείξῃ σοφοὺς μὲν τοὺς Ἰουδαίους, ἀνοήτους δὲ τοὺς Σκύθας. καί φησιν »ὁφειλέτης εἰμί‘ *,

ἐντεῦθεν τὸ πᾶν γένος τοῦ Ἰσραὴλ Ἰουδαῖοι ἐκαλοῦντο ἀπὸ χρόνου τοῦ Δαυὶδ καὶ διήρκεσεν ἐπωνύμως καλούμενον Ἰσραηλιτῶν τε καὶ Ἰουδαίων ἔχον τὴν ἐπίκλησιν] τὸ πᾶν γένος τοῦ Ἰσραὴλ ἀπὸ τῶν χρόνων τοῦ Δαυὶδ καὶ τοῦ υἱοῦ αὐτοῦ Σολομῶντος καὶ υἱοῦ τοῦ Σολομῶντος, φημὶ δὲ τοῦ Ῥοβοὰμ τοῦ μετὰ τὸν Σολομῶντα βασιλεύσαντος ἐν Ἱερουσαλήμ.

ἵνα δὲ μὴ ἐν παρεξόδῳ γένωμαι, παρερχόμενος τὰ κατὰ τὴν τῶν Ἰουδαίων [*](15f Kol. 3, 11 vgl. Gal. 6, 15 — 18 öm. 1, 14 GU M) [*](1 αὐτῷ < M | Λευὶς U 2 ὅθεν Ἰουδαῖοι καλοῦνται] Ἰουδαῖοι καλοῦνται G ἐξ οὗ καλοῦνται Ἰουδαῖοι U 3 vor εἰς + οἱ, und μεταπεσόντες GU 4 γοῦν + πρώην U | vor καὶ + οἱ U 7 πρώην < GU 9 τοῦ (vor Σεροὺχ) < GU | γεὰς M 11 † Ἀρὰμ] lies Θάρρα? * 12 vor + τῶν GU 13 Ἰουδαϊσμός *] τοῦ Ἰουδαϊσμοῦ GM ἀφ’ οὗπερ Ἰουδαϊσμός U 17 ὅτ᾿ G | ἔκτισται GM | τι < Μ 21 * vielleicht <ἵνα σημάνῃ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν> * 23 [ἔχον τὴν ἐπίκλησιν] * | ἔχον ἐχόντων M 24f καὶ τοῦ υἱοῦ αὐτοῦ Σολομῶντος < G 25 υἱοῦ τοῦ] υἱοῦ U 26 δὲ <)

189
θρῃσκείαν καὶ μὴ ὑποσημαινόμενος τῆς κατ’ αὐτοὺς δόξης τὴν ὑπόθεσιν ὀλίγα ἀπὸ πολλῶν παραθήσομαι. πᾶσι γὰρ ὡς εἰπεῖν φενερώτατα ὑπάρχει τὰ κατὰ τοὺς Ἰουδαίους. διὸ οὐ πάνυ κάματον ἀναδέξομαι περὶ ταύτης τῆς ὑποθέσεως κατὰ τὸ λεπτότατον διηγήσασθαι, ἀλλ᾿ ὅμως ἠν ἀναγκαῖον ὀλίγα ἀπὸ πολλῶν ἐνταῦθα παραθέσθαι.

4. Ἰουδαῖοι τοίνυν οἱ ἀπὸ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν ὑπάρχοντες καὶ τὴν αὐτοῦ θεοσέβειαν διαδεξάμενοι περιτομὴν μὲν τοῦ Ἀβραὰμ ἔχουσιν, ἣν κατὰ πρόσταξιν θεοῦ εἴληφεν ἐνενηκοστὸν ἔνατον ἔτος κατάγων δέ αἰτίαν ἣν ἄνω προεῖπον, εἰς τὸ τούτου σπέρμα πάροικον γινόμενον ἐν γῇ ἀλλοτρίᾳ μὴ ἀποστραφῆναι τὸ ὄνομα τοῦ θεοῦ, ἐπὶ σώματος δὲ φέρειν σφραγῖδα ὑπομνήσεως χάριν καὶ ἐλέγχου εἰς τὸ ἐμμένειν τῇ τοῦ πατρὸς αὐτῶν θεοσεβείᾳ.

ὁ δὲ τούτου παῖς Ἰσαὰκ ὀκταήμερος περιτέμνεται, ὡς τὸ τοῦ θεοῦ εἶχεν θέσπισμα. καὶ ὡμολόγηται μὲν ὅτι ἐκ προστάγματος θεοῦ ἡ περιτομὴ τότε ὑπῆρχεν, τύπῳ δὲ ἦν αὕτη διατεταγμένη τότε, ὡς κατὰ ἀκολουθίαν προβαίνοντες ὕστερον περὶ τούτου δείξομεν.

διήρκεσαν τοίνυν περιτεμνόμενοι καὶ θεοσεβείᾳ προσανέχοντες οἱ αὐτοῦ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν παῖδες, ἀπ᾿ αὐτοῦ φημι καὶ καθεξῆς Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ τούτου παῖδες, ἔν τε τῇ Χανανίτιδι γῇ, Ἰουδαίᾳ καὶ Φυλιστιεὶμ οὕτως κληθείσῃ τότε, τανῦν δὲ Παλαιστίνῃ καλουμένῃ, ἀλλὰ καὶ έν Αἰγύπτῳ.