Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὁ γὰρ Ναασσὼν ὁ έν τῇ ἐρήμῳ γεγονὼς φύλαρχος τῆς φυλῆς Ἰούδα γεννᾷ τὸν Σαλμών, Σαλμὼν γεννᾷ τὸν Βοόζ, Βοὸζ γεννᾷ τὸν Ὠβήδ, Ὠβὴδ γεννᾷ τὸν Ἰεσσαί, ἔτι τῶν θεοσεβῶν Ἰσραηλιτῶν καλουμένων, Ἰεσσαὶ γεννᾷ τὸν Δαυὶδ τὸν βασιλέα, ὃς πρῶτος ἐβασίλευσεν ἐκ φυλῆς Ἰούδα· ἐξ οὗ λοιπὸν οἱ κατὰ διαδοχὴν βασιλεῖς ἐκ τοῦ σπέρματος αὐτοῦ, υἱὸς διαδεχόμενος πατέρα, καθεξῆς συνεστήκασιν.