Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
τὰ μὲν γὰρ κοῦφα καὶ λεπτότερα τῆς πάσης φύσεως ἐπιπολάσαι ἄνω τουτέστιν φῶς καὶ αἰθέρα καὶ τὸ λεπτότατον τοῦ πνεύματος, τὰ δὲ βαρύτατα καὶ σκυβαλώδη κάτω νενευκέναι, τουτέστι γῆν (ὅπερ ἐστὶ τὸ ξηρόν) καὶ τὴν ὑγρὰν ὑδάτων οὐσίαν.
τὰ δὲ ὅλα ἀφ᾿ ἑαυτῶν κινεῖσθαι καὶ δι᾿ ἑαυτῶν ἐν τῇ περιδινήσει τοῦ πόλου καὶ τῶν ἄστρων ὡς ἀπὸ τοῦ δρακοντοειδοῦς ἔτι τὰ πάντα ἐλαύνεσθαι πνεύματος.
Καὶ ἀπὸ μέρους μὲν περὶ τούτων ἔφημεν· τῷ δὲ αὐτῷ τρόπῳ τὰς τέσσαρας ταύτας αἱρέσεις ἀνατρεπτέον· * διὰ τὴν συντομίαν τῆς αναγνωσεως.