Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
9. Ἴδωμεν δὲ διὰ τῶν τεσςάρων εὐαγγελών, δι᾿ ὧν τὴν πᾶσαν ἡμῶς ζωὴν ᾠκονόμησεν ἐλθὼν ὀ θεὸς Λόγος, εἴρηκεν ὁ Χριστός »ὁ θεός με ἔκτισεν« ἢ »ὁ πατήρ μου ἔκτιςέ με«. ἔδωμεν δὲ εἰ καὶ ὁ πατὴρ ἀπεφήνατο ἐν ἑνὶ τῶν εὐαγγελίων ὅτι »ἔκτισα τὸν υἱὸν καὶ ἀπέσταλκα ὑμῖν«. ἀλλὰ περὶ τούτου ἕως ὧδε τὰ νῦν ἐχέτω.
περὶ γὰρ μαρτυριῶν πολλάδις κατὰ τῶν τὸ κτίσμα παρεισαγόντων πολλὰ ἐξεθέμεθα.
οὐδὲν δὲ λυπήσει καὶ ἐν τῷ παρόντι δεῖξαι τὸ εὔληπτον τοῦ λόγου καὶ εἰπεῖν πρὸς τοῦτον τὸν ἐθελόσοφον· πῶς δύναται κτιστὸς εἶναι, ὦ οὗτος, ὁ λέγων »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕυ ἐσμεν;«
πῶς δὲ δύναται ἀλλοῖος εἶναι ὁ τὴν ἔσην τιμὴν πρὸς τὸν πατέρα ἔχων; »οὐδεὶς γὰρ οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱός« καί »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«.