Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Καὶ εἰς περισσοτέραν πληροφορίαν τῆς ἡμετέρας ζωῆς παραγενόμενος ἐν σαρκὶ καὶ ἐνανθρωπήσας τελειότατα * εἰς τὸ στηρίξαι τὴν αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι * τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βεβαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς ἐποίησεν.