Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με«. ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὃτε ἔφθασε λλέγει δεῦρό μοι γενοῦ πόδες καὶ βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλμοί.
ἄνωθεν ὸδηγῶν σε δεξιὰ καὶ εὐώνυμα«. τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν εἴτε καὶ οὐκ ἠδίκησαν, ὃμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ.
καταλύσαντες δὲ ἐκ τῶν γάμων οἱ φύφρανθέντες κταβάντες εἰς τὸν παράδεισον ἐξεπλάγησαν τὰ ἴχνη εὑρόντες ἐν τῷ παραδείσῳ καὶ ταῦτα ἀνήγγειλαν τῷ βασιλεῖ, λέγοντες ἅπαντες στρατιῶται ἐν τῇ βασιλείᾳ σου καὶ οὐδείς ἐστι παγανός. πόθεν τοίνυν ἴχνη παγανῶν ἐν τῷ παραδείσῳ«;
ό δὲ ἐθαύμασε, καὶ] ὡς μὲν ἡ παραβολὴ δηλονότι τοῦ ἀποκρύφου λέγει ὡς πρὸς τὸν ανθρωπον αἰνιττομένη, ὁ θεὸς δὲ οὐδὲν ἀγνοεῖ. ἡ δὲ διήγησις λέγει ὡς μετεστείλατο τὸν χωλὸν καὶ τὸν τυφλὸν καὶ ἠρώτησε τὸν τυφλόν μὴ σὺ κατῆλθες εἰς τὸν παραδεισον«; ὁ δὲ ἴφη ἔφη κύριε· ὁρᾷς ἡμῶν τὴν ἀδυναμίαν, οἶδας ὃτι [*](5 vgl. Matth. 22, 2 (Luk. 14, 16) — 31 ff fast örtlich ebenso im Talmud; vgl. Holl a. a. Ο. S. 91) [*](M 4 <αὐτῶν> * 11 ἀμυνώμεθα Dind.] ἀμυνόμεθα M 14 ἐπισαίνειν] ἐπιβαίνειν Dind.; Verschlechterung 27 καὶ] * 28 αἰνιττομένη *] αἰνίττεται M; Sinn: das Gleichnis redet von einer Verwunderung des Königs; entspncht es der Art des Gleichnisses, das menschliche Verhältnisse zum nimmt; auf Gott, der eigentlich mit dem König gemeint ist, paßt selbstverständlich nicht.)
εἶτα ἐλθὼν ἐπὶ τὸν χωλὸν καὶ αὐτὸν ἠρώτα σὺ κατῆλθες εἰς τὸν παράδεισόν μου«; ὁ δὲ ἀποκριθεὶς εἶπεν »ὠ κύριε, πικρᾶναί μου τὴν ψυχὴν ἐν τῷ μέρει τῆς ἀδυναμίας καὶ λοιπὸν ἡ κρίσις ἀργεῖ. τί οὐν ποιεῖ ὁ κριτὴς ὁ δίκαιος;
ἀναγνοὺς ποίῳ τρόπῳ ἀμφότεροι ἐζεύχθησαν ἐπιτίθησι τὸν χωλὸν τῷ πηρῷ καὶ τοὺς ἀμφοτέρους ἐτάζει μάστιξι, καὶ οὐ δύνανται ἀρνή- σασθαι. ἑκάτεροι ἀλλήλους ἐλέγχουσιν, ό μὲν χωλὸς λέγων τῷ τυ.
φλῷ »ού σύ με ἐβάστασας καὶ άπήνεγκας«; καὶ ὁ τυφλὸς τῷ χωλῷ οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας‘;
οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός τε καὶ ψυχῆς, * τῶν ἔργων τῶν] γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων.
Καὶ ὁρᾶτε οἱ τῆς ἑαυτῶν ζωῆς ἐπιμελόμενοι ὅτι πάντες οἱ κατὰ τῆς ἀληθείας ἐνεχθέντες ἑαυτοῖς τὴν ἀδικίαν προσεπορίσαντο. ὡς καὶ ό ἅγιος προφήτης Δαυὶδ λέγει »συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν«.