Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἠδυνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι, ἀλλ’ οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ δέ, ὠ θεήλατε. ἄρα οὖν ἠν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριή- μερον καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάδει. ἔδειξε γὰρ καὶ ὀστᾶ καὶ δέρμα καὶ σάρκας, ὡς εἴρηκεν ὅτι »ἴδετε ὃτι πνεῦμα σάρκα καὶ όστᾶ οὐκ ἔχει, ὡς ὸρᾶτέ με ἔχοντα«.

πῶς οὐν εἰσῆλθε θυρῶν κεκλεισμένων; ἀλλ᾿ ἵνα ἳνα δείξῃ σῶμα μέν ἐστι καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικὸν καὶ οὐχ ὑλικόν, καίτοι γε σὺν ψυχῇ καὶ θεότητι καὶ ὅλῃ τῇ

ἐνανθρωπήσει, αὐτὸ ὄν ἀλλὰ πνευματικόν, αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερές, αὐτὸ τὸ ἐσταυρωμένον * καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγκραθὲν τῇ θεότητι καὶ μηκέτι λυόμενον, ἀλλ᾿ εἰς ἀεὶ διαμένον, μηκέτι άποθνῇσκον.

ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων«· <ἀναστὰς δὲ> οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριευει«.

65. Ἳνα δὲ γνῷς καὶ τοῦτο, δι᾿ ἣν αἰτίαν »άπαρχὴ τῶν κεκοιμημένων« λέγεται ό Χρωτός — καίτοι γε οὐκ αὐτοῦ ἀρξαμένου άνίστασθαι· πρὸ αὐτοῦ γὰρ ἀνέστησαν δι᾿ αὐτοῦ Λάζαρος καὶ ὸ υἱὸς τῆς χήρας, καὶ ἄλλοι καὶ διὰ Ηλια καὶ διὰ Ἐλισσαίου.

ἀλλ᾿ ἐπειδὴ ἐκεῖνοι πάντες άναστάντες πάλιν τεθνήκασιν, οὕτω καὶ ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων. ἀναστὰς γὰρ οὐκέτι ἀποθνᾐσκει«, ὡς † ἡ ἀνάστασις εἶναι διὰ τῆς αὐτοῦ ζωῆς καὶ φιλανθρωπὶας.

εἰ δέ ἐστιν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἀνέστη ὃλον τὸ αὐτοῦ σῶμα σὺν τῇ θεότητι, φαίνεται > ἡ αὐτοῦ ἐνανθρώπησις ἀναστᾶσα, [*](3 Joh. 20, 27 — Luk. 24, 39 — 17 f I Kor. 15, 20 — 18f öm. 6, 9 — 20ff vgl. Ancoratus c. 92, 3ff; I 113, ff) [*](Μ U 1f πάντως που — τὸ ἐσταυρωμένον <M 1 ὁμολογῆσαι + > * 2 δε <M 4 τύπον] τόπον U 6 οὖν] γοῦν? * 9 καὶ δέρμα <M | εἴδετε U 11 ἀλλὰ <M 12 καὶ οὐχ ὑλικόν <U 13 nach ἐνανθρωπήσει + >? * 15 * etwa > * 16 ἀλλὰ 17 nor νεκρῶν + τῶν Μ 18 ἀνα- στὰς >, vgl. Ζ. 25 <M 23 διὰ 2 <M 24 πάντες <M | οὓτω καὶ] viell. verderbt: oizog δὲ οὐκέτι· διοὰ >? * 25 † ἡ μέλλουσα σις εἶναι] lies wohl ἡμῶν μέλλων ἀνάστασις εἶναι * 28 φαίνεται > * | ἡ < M)

505
καὶ] μηδενὸς ἐξ αὐτῆς καταλειφθέντος, οὔτε σώματος οὔτε ἑτέρου τινός· »οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἃιδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«.

καὶ τὸ μὲν περὶ ψυχῆς ἐν τῷ Ἂιδῃ σημαίνει τὸ μὴ καταλελεῖφθαι, τὸ δέ τὸν ὅσιον‘, ἵνα δείξῃ τὸ ὅσιον σῶμα τὸ] μὴ ἑωρακὸς διαφθοράν, άλλὰ ἀναστὰν ἄφθορον τριήμερον καὶ τῇ ἀφθαρσίᾳ συνηνωμένον εἰς τὸν αἰῶνα.