Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν <ἔνδον> διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο.

»ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου«, ὅπως »ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ἡμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν«,

»τῆς ἁμαρτίας τῆς ἐν τῷ σώματι κατακριθείσης« πρὸς ἀναίρεσιν, »ἵνα τὸ δικαίωμα τοῦ« [*](18—20 Röm. 8, 2 — 20 f Röm. 8, 11 — 21 f Röm. 8, 3 f) [*](MUS Phot.) [*](1 θεῷ + spricht er S | διὰ τοῦ Ἰησοῦ Phot. | προσεκτέον] wir verstehen S | γὰρ ὅτι] δὲ Phot. | τοῦτο < S | ὦ < Μ 2 ὡς ὑπειλήφατε] wie du verstanden S 3 παράδοξον Phot. 3 f ἢ πλέον < Phot. 4 ἀπὸ τῆς Χριστοῦ παρουσίας U 5 δυναμούμενος Phot. | ἐκ < Phot. 6 τούτου * nach S] τοῦτο MU | ὑπεφθέγγετο U 7 ἐλθεῖν εἰς τὸν κόσμον] Parusie S 7—15 ἐρρύοντο — ὑπετίθετο < Phot. 7 ἐρύοντο MU | γὰρ < S 8 πάντες < S | τούτου * nach S| ταύτην MU 9 [καὶ]* nach S | ἀπίστων u. πιστῶν vertauscht S | πισταὶ M 10 καὶ1 < S 10 f κατὰ τὴν ἡμέραν τῆς τελευτῆς] am Ende des Lebens S 11 τοὺς ἄλλους < S 12 ἐν ἀπιστίᾳ διατρίψαντας] die Ungläubigen S | ἢ < S 13 εἰ < U 13—15 συνέβαινεν αὐτῶ — ὑπετίθετο] im Sterben entfliehen sollte S 17 <ἔνδον> * nach S | ἧς] aus welchem (auf θάνατον bezogen) S | αὐτὸν < S 18 ἐρύσατο M | τῆς ζωῆς τοῦ πνεύματος Phot. 19 ἡμᾶς] mich 20 f ὅπως ὁ — ἐν ἡμῖν] u. bald darauf S 21 ζωοποιήσει MU | σώματα < M 22 σώματι + ἡμῶν U | δικαίωμα] Reinigung S)

499
κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ήμᾶς ἐφελκομένου φυσικοῦ »νόμου« φανερωθῇ ἐξαφθέν, ὅ ἀσθενῆσαν, τῆς σαρκὸς κακρατημένης τῇ ἁμαρτίᾳ, πρὸ τῆς παρουσίας τοῦ χριστοῦ ταῖς ὑλικαῖς φροντισιν τὸ γὰρ ἀδύνατον τοῦ ἐν ἡμῖν φυσικοῦ νόμου,

ἐν ᾦ ἠσθένει« ύπὸ τῆς ἐπιθυμίας ήττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώματι, ὁ θεὸς ἀνερρώσατο, πέμψας τὸν υίὸν ἑαυτοῦ, τὴν όμοίαν τῇ σαρκὶ τῆς άμαρτίας ἀνειληφότα ἀληθείᾳ γὰρ καὶ οὐ δοκήσει ἦν ὃ ἐφάνη),

ἵνα τῆς άμαρτίας κατακεκριμένης πρὸς ἀναίρεσιν »εἰς τὶ« μηκέτι »καρποφορησαι« ἐν τῇ σαρκὶ τὸ ζικαίμα τοῦ φυσικοῦ νόμου πληρωθῇ, πλεονασαν τῇ ὑπακοῇ τοῖς μὴ τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ύφήγησιν.

»ό γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς«, ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἔτερος ὤν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ύπακοὴν τεθεὶς καὶ αφεσιν άμαρτημάτων, »ἠλευθέρωσεν ήμᾶς ἀπὸ τοῦ νόμου τῆς ἀμαρτίας καὶ τοῦ θανάτου«, νικήσας ἐκ παντὸς τὴν άμαρτίαν βασιλεύουσαν τῆς σαρκός.

Ἅ μὲν οὖν δὴ προβάλλονται καὶ ἐκ τῶν τοῦ ἀποστόλου ῥητῶν, οὐκ ὀρθῶς αὐτὰ ἐξηγούμενοι, σαφηνίσας ἔφην, ὦ θεόφιλε· τρέψομαι δὲ καὶ πρὸς τὰ ἕτερα, ἐάνπερ τὸν βοηθήσοντα ήμῖν πρὸς τὴν διέζοδον εὕρωμεν τοῦ λόγου.

ἄπορα γὰρ καὶ οὐ πάνυ ῥᾀδια πρὸς καθαίρεσιν τὰ τὰ διὸ καὶ ὀκνηρότερον αὐτῶν ἅπτομαι, μακρὰν καὶ χαλεπὴν αὐτῶν όρῶν τὴν ἀπόδειξιν ἐσομένην, ἐὰν μή τις ἡμᾶς αὔρα συνέσεως ἄφνω ἐξ οὐρανονοῦ καταπνεύσασα καθάπερ ἐν μέσῳ νηχομένους πελάγει εἰς ὅρμον τινὰ ἀκύμονα καὶ ἀπόδειξιν ἀποκαταστήσῃ ἀσφαλεστέραν.

[ΕΩΔ ΩΔΕ ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΜΕΘΟΔΙΟΥ.]

[*](4ff vgl. Röm. S, 3f — 11 Röm. 8, 2)[*](M U S (bis Z.23) Phot. (bis Z. 15 σαρκός))[*](1 ἀφελκομένου U 2f ὃ — ἐπεχώννυτο <Phot. 2 ὃ] τὸ U 2f ἀσθε- νῆσαν — τῇ ἁμαρτίᾳ < S 3 ἐπιχωννύμενον U 4 νόμου * nach S] ἀγαθοῦ MU 5 ἠττώμενος M | ἐν τῷ σώματι] im Fleisch S | vor ό θεὸς + ὃ U 6 αὐτοῦ Phot. | τῆς σαρκὸς Phot. | τῇ σαρκὶ τῆς ἁμαρτίας] der ünde S 7 ἀληθείᾳ — ἐφάνη <Phot. | ἀλήθεια u. δόκησις U | ἦν ὃ <S 9 δικαίωμα] ἰδίωμα Phot. –11 κατὰ τῆν — ὑφήγησιν] nach dem Befehl der Liebe des Geistes S 11 τῆς ζωῆς] des lebendigmachenden S 13 τεθεὶς] ührend S 14 καὶ <S 16 ῥητῶν <M 17 αὐτὸν M | σαφηνείας | M σαφηνίσας ἔφην] haben wir gezeigt S | δὲ <M 18 τὰς ἑτέρας M 18 f ἐάνπερ — τοῦ λόγου] wenn Gott hilft S 18 εὓρομεν M 19 καὶ οὐ — τὰ ἑξῆς <S 20 f μακρὰν — ἐσομένην <S 21 ἐὰν + δὲ Μ | συνέσως ἄφνω <S 22 f καθάπερ — ἀσφαλεστέραν] ums erleuchtet zu dieser Darlegung S 23 ἀποκαταστήσει M | Unterschrift: ἓως ὦδε τὸ μέρος τῶν Μεθοδίου MU)
500

63. Ταῦτα μέν ἐστιν ἅ ἀπὸ μέρους καθ’ εἱρμὸν <ἐκ> τῶν ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, τοῦ καὶ Εύβουλίου, περὶ τοῦ προειρημένου Ωριγένους καὶ τῆς αὐτοῦ διὰ σοφιστικῆς πλάνης κακοπιστίας ἐν τῷ αὐτῷ περὶ ἀναστάσεως λόγῳ *, ἃ ἐνταῦθα παραθέμενοι ἱκανῶς ἔχειν ἐνομίσαμεν πρὸς τὰς ἐκείνου φλυαρίας καὶ τὴν αὐτοῦ ἀνατροπὴν τῆς τῶν ἀνθρώπων ζωῆς δι᾿ ἐπιπλάστου ἐξ Ἑλληνικῆς δεισιδαιμονίας κακοηθείας.

πολλὰ γὰρ καὶ ἕτερα ἐν τῇ περὶ τῆς ὑποθέσεως άκολουθίᾳ τῷ προειρημένῳ Μεθοδίῳ, ἀνδρὶ λογίῳ ὄντι καὶ σφόδρα περὶ τῆς άληθείας άγωνισαμένῳ, εἴρηται, πάντως που καὶ ἐπὶ τοσαῦτα ἓτερα.

ἀλλ᾿ ἐπειδὴ ἐπηγγειλάμεθα καθ᾿ ἑκάστην αἳρεσιν ὀλίγα πρὸς τὴν αὐτῆς ἀνατροπὴν λέγειν οὐ γάρ εἰσιν ὀλίγαι), ἓως ὡδε ἐκ τῆς αὐτοῦ πραγματείας παραθέμενοι ἠρκέσθημεν.