Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
τί δὲ καὶ ὁ ἀπόστολος ὅλως, ὠς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυνάμενος ἐκ τοῦ θανάτου ὑπὸ θεοῦ ἐλευθερωθῆναι τούτου ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν;
ἐρρύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου τούτου ἐξοδον, ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαί, [καὶ] αἱ τῶν ἀπίστων καὶ πιστῶν καὶ τῶν ἀδίκων καὶ δικαίων, ἐχωριζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς.
τί οὖν ὁ ἀπόστολος πλέον παρὰ τοὺς ἄλλους λαβεῖν τοὺς ἐν ἀπιστίᾳ διατρίψαντας ἐσπούδαζεν; ἢ διὰ τί ῥυσθῆναι ἀπὸ τοῦ σώματος ηὔχετο, ὃ καὶ εἰ μὴ ἤθελε, πάντως ἂν συνέβαινεν αὐτῷ, καθάπερ δὴ καὶ πᾶσι κεῖται τὸ τελευτῆσαι καὶ χωρισθῆναι τὰς ψυχὰς αὐτῶν ἀπὸ τῶν σωμάτων, εἴ γε θάνατον τὸ σῶμα τῆς ψυχῆς ὑπετίθετο;
ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν <ἔνδον> διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο.