Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ μετ᾿ ὀλίγα »καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὸ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὕτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίο, οὔτε βλέπειν αὐτό.
καὶ εἶς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε, ἰδού, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ξίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφρα- [*](10 Jes. 22,22 – Ex. 28,32 – 13–17 Apok. 3, 7f — 17–S. 416, 1 Apok. 5, 1–5) [*](M U 9–S. 416, 15 Philocalia S. 36, 25–38, 9 Robinson) [*](1 vor μοχθηρίς + τῆς U | ἀποκαλύψαιμ ἂν Μ |κατ᾿ αὐτῶν] καὶ ταὐτὸν U 2 ἐπιμεληςόμεθα U | λέρεως < Μ 3 γνόης U 4 υἱοῦ] Χριστοῦ Μ 5 ηνώης U | vor τὸ πνεῦμα + καὶ U | κτίσμα κτίσματος] κτιστὸν U | κτίσματος + αὐτὸ Μ 8 ἀρχὴ U 9 θείας Μ 11 κυρίου Μ 12 ἀπὸ *] ὑπὸ Μ U philoc. 14 γράφων U 16 θύραν hinter ἐνώπιον σον Philoc. 19 ὄπισθεν] ἔξωθεν Philoc. | ἄλλον M U 20 ἐν U 21 ἐδύνταο M 23 καὶ ἔκλαιον — βλέπειν αὐτό Μ 24 ἐκ Philoc. |ὁ2 Philoc. 25 vor Δαυίδ + τοῦ Μ)
περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἠσαΐας οὕτως »καὶ ἔσται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὅ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ ργάμματα, λέγοντες· ἀνάγνωθε ταῦτα, καὶ ἐρεῖ· οῦ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ· ἀνάγωνθι τοῦτο. καὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα«.
ταῦτα γὰρ οὐ μόνον περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου καὶ τοῦ Ἠσαΐου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας γραφῆς, ὁμολογομένως κἂν παρὰ τοῖς μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις πεπληρωμένης αἰνιγμάτων καὶ παραβολῶν, σκοτεινῶν τε λόγων καὶ ἄλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει.
ὅπερ διδάξαι βουλόμενος καὶ ὀ σωτήρ φρσιν, ὠς τῆς κλειδὸς οὕσης παρὰ τοῖς γραμματεῦσι καὶ Φαριςαίοις οὐκ ἀγωνιζομένοις τὴν ὀδὸν εὑρεῖν τοῦ ἀνοῖξαι, τό »οὐαὶ ὑιμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν«.