Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ἔστιν εὐθὺς ἑκάστης λέξεως τὸ ἐδάφιον οὕτως, ὅπως γνῴης, ὦ φιλόκαλε ἀκροατά, ὅτι φανερώτατα τὸν υἱὸν τοῦ θεοῦ κτίσμα ἐδογμάτισε, καὶ ἀπὸ τῆς περὶ | τοῦ υἱοῦ τόλμης γνῷς ὅτι τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος εἰσηγήσατο.

ἐπ᾿ ἀρχῆς οὖν ἀναλέξωμεν τὸν ψαλμόν, ἕως αὐτῆς τῆς λέξεως, ὡς αὐτὸς Ὠριγένης ἔφη·

  • Τῶν Ὠριγένους εἰς τὸν α ψαλμὸν ἀρχή.
  • 6. Κεκλεῖσθαι καὶ ἐσφραγίσθαι τὰς θείας γραφὰς οἱ θεῖοί φασι λόγοι τῇ »κλειδὶ τοῦ Δαυίδ«, τάχα δὲ καὶ σφραγῖδι, περὶ ἦς εἴρηται τό »ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ«, τουτέστι τῇδυνάμει τοῦ δεδωκότος αὐτὰς δεοῦ τῇ ἀπὸ τῆς σφργῖδος δηλουμένῃ.

    περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ Ἀποκαλύψει λέγων »καὶ τῷ ἀγγέλῶ τῆς ἐν Φιλαδελφίᾳ ἐκκληςίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδες κλείσει καὶ κλείων καὶ οὐδὲς ἀνοίξει· οἶδά σου τὰ ἔργα· ἰδού, δέδωκα θύραν ἐνώπιόν σου ἀνεῳγμένην, ἥν οὐδεῖς δύναται κλεῖσαι αὐτήν«.

    καὶ μετ᾿ ὀλίγα »καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὸ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;

    καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὕτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίο, οὔτε βλέπειν αὐτό.

    καὶ εἶς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε, ἰδού, ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ξίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφρα- [*](10 Jes. 22,22 – Ex. 28,32 – 13–17 Apok. 3, 7f — 17–S. 416, 1 Apok. 5, 1–5) [*](M U 9–S. 416, 15 Philocalia S. 36, 25–38, 9 Robinson) [*](1 vor μοχθηρίς + τῆς U | ἀποκαλύψαιμ ἂν Μ |κατ᾿ αὐτῶν] καὶ ταὐτὸν U 2 ἐπιμεληςόμεθα U | λέρεως < Μ 3 γνόης U 4 υἱοῦ] Χριστοῦ Μ 5 ηνώης U | vor τὸ πνεῦμα + καὶ U | κτίσμα κτίσματος] κτιστὸν U | κτίσματος + αὐτὸ Μ 8 ἀρχὴ U 9 θείας Μ 11 κυρίου Μ 12 ἀπὸ *] ὑπὸ Μ U philoc. 14 γράφων U 16 θύραν hinter ἐνώπιον σον Philoc. 19 ὄπισθεν] ἔξωθεν Philoc. | ἄλλον M U 20 ἐν U 21 ἐδύνταο M 23 καὶ ἔκλαιον — βλέπειν αὐτό Μ 24 ἐκ Philoc. |ὁ2 Philoc. 25 vor Δαυίδ + τοῦ Μ)

    416
    γῖδας αὐτοῦς«.