Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν μεταπλασθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὸν ἄνθρωπον φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸ τοῦ ἐκπεσεῖν ἀθάνατος ὤν.
χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς τάξεως αὐτοῦ τόπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν καὶ οἱ θειότεροι [*](MUS pa) [*](1 τότε < S Pa | ἄγγελοι] Engel Gottes im Himmel S 1 f ἔνθα — ἐπέφερες > S 2 οἱ1 > Pa | ἐπέφερεν U | σαρκῶν Pa 3 καὶ2 > M 4 ἀνάγκη — γυμνοὺς] ἀγγέλους Pa 5 ἄριστε ὡς] ἀριστέως M 6 εἰς ἀγγέλους] ἰσαγγέλους Μ 7 διεκόσμησεν U + sie S 7 f ἐξουσίας u. θρόνους vertauscht MU 8 τὸ1 > Μ | ἀγγέλων] ἀρχῶν U 8 f ἀρχῶν καὶ ἐξουσιῶν] ἀρχῶν καὶ > MU Thronen S 9 καὶ φυλὴ > S | φατριὰ] φθαρτρία M πατριὰ U Pa 9 f τῶν ἀθανάτων — διαφοραί] der Engel, d. h. der Unsterblichen — nicht, sage ich — eine Klasse noch Geschlecht, sondern verschiedene S 10 ἀλλὰ + καὶ Pa 11 εἰδέαν MU > S 12 αὖ — ἑτέραν] εἰς ἑτέρων πάλιν MU 12 f εἶναι — γεγόνασιν > S 13 ἀτὰρ] εἰ γὰρ U | οἰκεῖν + bestellt S 14 κατασταθεὶς] ταχθεὶς Pa | <ἀπὸ> * nach S | ἐξ < Pa 16 f εἰς — μετακοσμούμενοι] in der anderen Klasse S 17 τῶν < U 18 μεταπλασθῆναι] μορφὴν πλασθῆναι M | ἢ μετασκευασθῆναι < S 19 τὸν ἄνθρωπον] τὴν ἀνθρωπείαν U | ἀλλ᾿ Pa | εἰς < S | ἐξ ἀρχῆς < S 20 ὤν < S | χρῆναι M Pa | τάξεως] ἕξεως MPa | ἑαυτοῦ U | τόπω MU 21 ὦσι] εἰσὶ M | vor οὐρανοὶ + oἱ Pa)
ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ’ ἂν ὁ λόγος ἄναβὰς εἰς κίνδυνον πέσῃ.
42. Ἀλλ' οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ θεὸς τὸν ἄνθρωπον ἢ διαμαρτήσας μαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὔστερον ἐπενόησε ποιῆσαι μεταγνούς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν, οὔτε ἄγγελον κατ’ ἀρχὰς θελήσας ποιῆσαι καὶ μὴ δυνηθεὶς ἄνθρωπον ἔπλασεν.
ἀσθενὲς τοῦτο γάρ. τί δή ποτε οὖν τὸν ἄνθρωπον ἄνθρωπον ἐποίει καὶ οὐκ ἄγγελον, εἴ γε ἄγγελον τὸν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον γενέσθαι γενέσθαι ἤθελεν; ὡς οὐ δυνάμενος; βλάσφημον <τοῦτο>.
ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; καὶ τοῦτο ἄτοπον. οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν οὔτε ἀναβάλλεται οὔτε ἀδυνατεῖ, ἄλλὰ καὶ ὡς θέλει καὶ ὅτε θέλει τὸ δύνασθαι ἔχει, δύναμις ὤν.