Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
οὐκ ἀρεστὸν δὲ <οὐδ'> ἐκεῖνο, τὸ λέγειν εἰς ἄρδην ἁπολεῖσθαι τὸ πᾶν, καὶ γῆν καὶ ἀέρα καὶ οὐρανὸν μὴ ἔσεσθαι. ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν καταβασίῳ πᾶς ὁ κόσμος κατακλυζόμενος πυρί, οὐ μὴv εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν.
εἰ γὰρ κρεῖττον τὸ μὴ εὶναι τοῦ εἰναι τὸν κόσμον, διὰ τί τὸ χεῖρον ᾑρεῖτο ποιήσας σας τὸν κόσμον ὁ θεός; ἀλλ’ οὐδὲν ὁ θεὸς ματαίως ἢ χεῖρον ἐποίει. [*](14 Psal. 103, 4) [*](M U S Pa 18–S. 463, 14 Sacra Parall. Bruchst. 423 Holl (= Pa)) [*](1 ηεννόμενον U 2 τροξὴν] Natur S | γάρ < U 2f γάρ 4 ὅτι #x003C; U | μὴ < S | μὴ + δὲ U 5 καὶ τροφῆς < S | nicht gestattend S 6 ὑγιαίνει U 8 vor προσγιγνομένων + Herxugebrachten und S | προσγενομένων MU | vor καὶ 1 + ἢ M | ἀπογινομένων M 9 δὲ < ὁ < M 11 γιγνόμενον ἢ γεννώμενον] Geborene xum Geschaffenen 8 12 καὶ < S 13 ἀλλὰ M | οἱ < M | αἰ < M 14 γάρ φησιν * nach S] < πνεύματα + u. die Seelen ebenso S 15 ἀλλὰ U 16 καὶ ἀδάμαστα < S εἶναι < S 17 βεβούλευται] βεβούλται U β S 18 οὐδ’) Jahn nach < MUPa | ἀπολεῖται Pa 19 καὶ 1 < S | ἀέρα + und 20 καταβασίῳ] καταβάσει ὡς M καταβὰς ὡ U < S | κατακλυζόμενος ὁ Pa 22 τοῦ μὴ εἶναι τὸ εῖναι M Pa 22 f vor ποιήσας + ὁ M 23 ἀλλ’ οὑδὲν ὁ θεὸς < U | ματαίως ἢ < S | ἢ χεῖρον ἐποίει] ἐχειροποίει MU ἐποίει Pa)
καθάπερ καὶ ἡ σοφία συνίστησιν »ἔκτισε γὰρ εἰς τὸ εἶναι« λέγουσα »τὰ πάντα ὁ θεὸς καὶ σωτήριοι οἱ γεννέσεις τοῦ κόσμου καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρ μακον ὀλέθρου«.
καὶ ὁ Παῦλος δὲ σαφπωςμαρτυρεῖ μαρτυρεῖ λέγων »ἡ γὰρ ἀποκαρα- δοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάζαντα ἐπ’ ἐλπίδι, ὄτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήδεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«.
»τῇ γὰρ ματαιότητι, φησίν, ἡ κατίσις ὑπετάγη«, ἑλευθερωθήσεσθαι δὲ τῆς τοιαύτης δουλείας προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος νῦν καλεῖν· οὐ γὰρ τὰ μὴ βλεπόμενα τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ τὰ βλεπόμενα.