Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
καὶ ἵνα μὴ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, φέρε καὶ ἀπὸ ἀπὸ τῆς ᾠδῆς ἔτι τοῦ Δευτερονομίου βεβαιώσαντες τὸν λόγον ἴωμεν τὰ ἑξῆς δια ληψόμενοι.
38. Τὸ γάρ »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάγὼ ἐάσο- μαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου« λεγόμενον ὑπὸ τοῦ θεοῦ τί ἄλλο διδάσκειν βούλεται ἢ ὅτι διὰ τοῦτο τὸ σῶμα πρῶτον ἀπο- κτέννυται καὶ θνῄσκει, ἴνα αὖθις ἀνασταθῇ καὶ ζήσῃ;
πατάσσεται πρῶτον καὶ θραύεται, ἴνα σῷον αῦθις πλασθῇ καὶ ὑγιές.
καὶ οὐδὲν ἐξελέσθαι ὅλως τὸ σύνολον τῆς μεγάλης καὶ κραταιᾶς αὐτοῦ κειρὸς πρὸς ἀπώλειαν καὶ ὄλεθρον σθένει, οὐ πῦρ, οὐ δάνατος, οὐ σκότος, οὐ χάος, χάος, οὐ φθορά.
»τίς γὰρ ἡμᾶς« φησίν »χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ« Ι (ὃς ἐρμηνεύε- ται χεὶρ τοῦ πατρὸς καὶ λόγος), »θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λι μὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καθὼς γέγραπται· ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς«.