Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
Ὁ γὰρ δεσμὸς αὐτῷ δῆλον ὡς τὴν πρὸς τὸ ἀδικεῖν ὁρμὴν ἀναιρεῖ, μὴ ἐπιτρέπων ποιεῖν ἃ θέλει.
Αληθές.
Οὐκοῦν εἴργεται τοῦ ἁμαρτάνειν, τῶν δεσμῶν μὴ ἐώντων ἐλευθεριάζοντα χρῆσθαι ταῖς ἡδοναῖς, ἀλλὰ συστελλόντων καὶ τὸ δίκαιον διδασκόντων τιμᾶν ἔστ’ ἂν αὐτὸς μάθῃ νουθετούμενος σωφρονεῖν.
Φαίνεται, ἔλη.
Οὐδὲ τοίνυν παραίτιος ὁ δεσμὸς γίγνεται τοῦ πλημμελεῖν.
Ἔιοκε.
Σωφρονίζει γὰρ καὶ ποιεῖ δικαιοτέρους ἀλεξιφάρμακον ὢν Ι ψυχῆς, αὐστρὸν μὲν καὶ δηκτικόν, ἀλλ’ ἰατικόν.
Δῆλον, ἔλη.
Τί γάρ; φέρε, ἐξετάζωμεν πάλιν τὰ ἔμπροσθε. οὐ δεσμὸν τὸ σῶμα διὰ τὴν παράβασιν δέδωκας εἶvαι τῆς ψυχῆς;
Καὶ δίδωμι, ἔφη.
[*](M U S)[*](1 θανάτου vor δράσας U Ι ἄξια θανάτου] Handlungen des Todes S 2 πλη. γῶν] πλήττων M 3 ὁμολόγει U < S 4 ὁ < Μ 4f ἔφην — 4 τοιαύτῃ < M 5 ὅπως — τοῦ ἀδικεῖν] der Besserung halber S 6 x003C; S Ι εὐθυνόμενος] gerade gemacht gebessert wird (auf ξύλον bezogen) S 7 ἔφη x003C; S 8 f ἕνεκα ὁ δικαστής < S 9 μὴ καὶ] καὶ μὴ M Ι ποιῆ U 11 ὡς x003C; S Ι τὸν πρὸς τὸ] τὴν τὴν τὸ M 15 f ἀλλὰ συστελλόντων — σωφρονεῖν x003C; S 16 αὐτὸς *] αὐτὸ MU 17 φαίνεται ἔφη] auch ich sage es S 18 οὔτε MU Ι παραίτιον M Ι γίνεται M 19 vor ἔοικέ + ὡς U 20 καὶ ποιεῖ — ὢν ὤν ψυχῆς < S Ι δικαιοτέρους 21 δεκτικὸν U Ι ἀλλὰ U 22 ἔφη] Ja, ich sage es S 23 φέρε + γὰρ U Ι ἐξετάζομεν M 24 διὰ τὴν παράβασιν < S 25 καὶ] Ja 8)Ἀμαρτάωειν δὲ ψυχὴν μετὰ μετὰ σώματος, εἴπερ τὸ μοιχᾶσθαι. φονεύειν τε καὶ ἀσεβεῖν ἁμαρτία σοι δοκεῖ, ἃ μετὰ τοῦ σώμᾳτος ἡ ψυχὴ ποιεῖ;
Ἐπένευσεν.
Ἀλλὰ τὸν δεσμώτην ὡμολογήσαμεν μὴ δύνασθαι ἀδικεῖν;
Ὠμολογήσαμεν, ἔφη.
Κωλύεσθαι δὲ ἀλγμνόμενον ὑπὸ τῶν δεσμῶν;
Ναί.
Ἐπένευσεν.
Ἀλλὰ ἁμαρτάνομεν ὄντες ἐν σαρκί, ὁμοδοξούσης ἡμῖν εἰς τοῦτο τῆς σαρκός;
Ἀμαρτάνομεν, ἔφη.
Ὀ δὲ οὐ δύναται ἁμαρτάνειν;
Καὶ ἐνταῦθα ἐπένευσεν.
Ἄγχεται γάρ;
Μὴ ἐώμενος ὑπὸ τοῦ δεσμοῦ;