Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
εἰς ἀλέξησιν δὲ μᾶλλον τῆς δεινῆς ταύτης καὶ ἐρπετώδους αἱρέσεως ὁλίγα ἀπὸ πολλῶν παραθήσομαι.
Πόθεν εἰλήφατε, ὦ οὗτοι, τὴν τῆς ἀθεμίτου ἐργασίας ὑμῶν ἐπίνοιαν; πρῶτον μὲν γάρ, ὅτι τὸ πᾶν, τίνι οὐ δῆλον ἔσται ὅτι δαιμόνων ἐστὶν ἡ ὑμετέρα διδασκαλία, ἠπατημένων δὲ τὸν νοῦν καὶ ἐφθαρμένων ἡ ἐπινενοημένη κακομηχανία;
εἰ γὰρ ὅλως πονηρὸν τὸ κυΐσκειν, οὐκ ἄρα διὰ τὸ τεκνογονεῖν ἀλλὰ διὰ τὸ συνάπτεσθαι σωματι.
πῶς οὖν ἡττημένοι ἡδονῇ συνάπτεσθε σώματι; καὶ εἰ οὐ πονηρὸν τὸ συναφθῆναι σώματι, οὑδὲ πονηρὸν τὸ συναφθέντα τελεσιουργεῖν τὸ γεγενημένον. ἢ γὰρ ἀποταξάμενον <δεῖ> ἄνθρωπον μὴ γεωργεῖν τὰ ἐπὶ τῆς γῆς. ὡς »ὁ Ἄβελ ἦν ποιμὴν προβάτων, Κάϊν δὲ ἐργαζόμενος τὴν γῆν«.
εἰ δὲ γεωργεῖ τις τὴν γῆν, ὡς ὁ Νῶς, ὃς »ἐγένετο ἀνὴρ γεωργὸς καὶ ἐφύτευσεν ἀμπελῶνα«, οὐκ ἐφύτεθσεν, ἵνα βότρυν μὴ ἐνέγκῃ, ἀλλ᾿ ἐφύτευσε »καὶ ἔπιεν ἐκ τοῦ καρποῦ αὐτοῦ καὶ ἐμεθύσθη«, ὡς γέγραπται.