Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ὅμως τοῖς εἰρηκόσι τοῦτο καὶ ἀπὸ τῶν γυναικῶν ἀκηκοέναι φάσκουσιν οὐ πεπιστεύκαμεν· ἡ γὰρ ἀνάγκη τῆς τῶν εἰρηκότων κακοτρπίας ὑπέβαλλεν ἡμῖν ποτὲ μὲν πιστεύειν, ποτὲ δὲ μὴ πιστεύειν ἐπὶ τῇ τοῦ προειρημένου γέροντος ἐπισκόπου μετὰ τὴν αὐτοῦ τελευτὴν κακοφημίᾳ.
ἡ γὰρ αἰτία ἠ εἰς αὐτὸν φθάσασα τοιαύτη τις γέγονεν. ἑάλω τις τοιοῦτος ἐπὶ ἁμαρτίᾳ γυναικὸς καὶ ὡς ἠλέγχετο ὑφ᾿ ἡμῶν, ἀπολογίαν ταύτην ἔφερεν, ὡς τῆς συμφθαρείσης αὐῷ γυναικόςλ (καίτοι γε ἤδη πεπαλαιωμένης τὸν χρόνον καὶ ἐν ἡλικίᾳ γηραλέᾳ ὑπαρχούσης) εἰπάσης αὐτῷ τὴν τῆς κακοτροπίας ἐργασίαν, ὡς χρῆσθαι μὲν αὐτὸν ἐδίδασκεν, ἔξωθεν δὲ τὰς μυσαρὰς αὐτοῦ ῥοιὰς ἐπὶ γῆς διασκεδάζειν.
3. Καὶ αὕτη μὲν ἡ τούτων μυσαρά ἐστιν ἐργασία τὸν νοῦν αὐτῶν ἀπατῶσα καὶ ἐκ διαβόλου τετυφλωμένη.
ὧν τὰς μαρτυρίας δἰ ὧν πίπτουσιν εἰς μέσον φέρειν οὐκ ἀναγκαῖον ἥγημαι, ἵνα μὴ δόξωμεν δἰ ὦν βουλόμεθα ἀκριβολογεῖν εἰς ἀποτροπίαν τῆς ἀθεμίτου ἐργασίας ἑκάστης αἱρέσεως, εἰς τὸ κακὸν μᾶλλον προτρέπεσθαι τῶν ἀστηρίκτων καὶ χαυνουμένων ἀεὶ τὴν διάνοιαν, τῶν τὸ πονηρὸν ἑαυ- [*](1 συνείσακτοι vgl. haer. 67,8,3 haer. 78, 11, 1; dazu H. Achelis, Virgines subintroductae. 1902 A. Jülicher, ARch. f. Rel. wiss. VII 373ff K. Meyer, Sitz. Ber. Berl. Akad. 1918 S. 362ff-9 vgl. haer. 47,3,1; Π 218,15ff) [*](M U) [*](2 <δὲ>* 3 vor ἀνθρώπων + τελούντων Μ; lies vielleicht ὁρώντων* | * <τῷ ἔργῳ> * | μὲν] μὴ Μ 4 σεμνύνεσθαι Μ 5 τελευτησάντων U 6 καὶ αὐτῶν *, vgl. Z. 2] τινῶν Μ U | ἀπὸ *, vgl. Z. 12] ὑπὸ M U 10 ἐξ ὁμολογητῶν] ἐξομολογηκότων Μ 11 αὐτὸν]τῶν U | τὸν <Μ 12 φασκόντων Μ 14 ἐπὶ τὴν U 15 κακοφημίαν U 20 αὐτῇ?* 21 μυσερὰς Μ | ῥοιὰς *]ῥυὰς Μ U 22 μυσερὰ Μ 25 ἀποτροπὴν U 26 ἐργασίας] ἀσελγείας U | εἰς τὸ κακὸν μᾶλλον<U)
εἰς ἀλέξησιν δὲ μᾶλλον τῆς δεινῆς ταύτης καὶ ἐρπετώδους αἱρέσεως ὁλίγα ἀπὸ πολλῶν παραθήσομαι.
Πόθεν εἰλήφατε, ὦ οὗτοι, τὴν τῆς ἀθεμίτου ἐργασίας ὑμῶν ἐπίνοιαν; πρῶτον μὲν γάρ, ὅτι τὸ πᾶν, τίνι οὐ δῆλον ἔσται ὅτι δαιμόνων ἐστὶν ἡ ὑμετέρα διδασκαλία, ἠπατημένων δὲ τὸν νοῦν καὶ ἐφθαρμένων ἡ ἐπινενοημένη κακομηχανία;
εἰ γὰρ ὅλως πονηρὸν τὸ κυΐσκειν, οὐκ ἄρα διὰ τὸ τεκνογονεῖν ἀλλὰ διὰ τὸ συνάπτεσθαι σωματι.
πῶς οὖν ἡττημένοι ἡδονῇ συνάπτεσθε σώματι; καὶ εἰ οὐ πονηρὸν τὸ συναφθῆναι σώματι, οὑδὲ πονηρὸν τὸ συναφθέντα τελεσιουργεῖν τὸ γεγενημένον. ἢ γὰρ ἀποταξάμενον <δεῖ> ἄνθρωπον μὴ γεωργεῖν τὰ ἐπὶ τῆς γῆς. ὡς »ὁ Ἄβελ ἦν ποιμὴν προβάτων, Κάϊν δὲ ἐργαζόμενος τὴν γῆν«.
εἰ δὲ γεωργεῖ τις τὴν γῆν, ὡς ὁ Νῶς, ὃς »ἐγένετο ἀνὴρ γεωργὸς καὶ ἐφύτευσεν ἀμπελῶνα«, οὐκ ἐφύτεθσεν, ἵνα βότρυν μὴ ἐνέγκῃ, ἀλλ᾿ ἐφύτευσε »καὶ ἔπιεν ἐκ τοῦ καρποῦ αὐτοῦ καὶ ἐμεθύσθη«, ὡς γέγραπται.